De Foetuum Formatione (On the Formation of the Foetus)
Kühn 1822
ὅλως ζητήσαντες ἀποφαίνονται προπετῶς οὐ μίαν ἀπόφασιν,
ἀλλ’ ἐφεξῆς ὁρμαθόν τινα συνάπτοντες, οὗ τὴν πρώτην εὐθέως
ὑπόθεσιν ἄγνωστον μὲν αἰσθήσει, λόγῳ δ’ ἀνεύρετον
ὑποτίθενται, τὴν καρδίαν ἁπάντων πρώτην γίγνεσθαι λέγοντες·
δευτέραν δ’ ἐπὶ τῇδε, τἄλλα μόρια διαπλάττειν ἐκείνην, ὡς
ἀπολλυμένου τοῦ διαπλάσαντος αὐτὴν, ὅστις ποτ’ ἐστὶ, καὶ
μηκέτ’ ὄντος· εἶτ’ ἐφεξῆς ὡς ἀκόλουθον ἐπιφέροντες, ὅτι
καὶ τὸ βουλευόμενον ἡμῶν μέρος τῆς ψυχῆς ἐν ταύτῃ
καθέστηκεν. εἰ δὲ τὸ βουλευόμενον, καὶ τῶν σιτίων, ὥς φασιν,
καὶ πομάτων καὶ ἀφροδισίων καὶ χρημάτων ἐπιθυμοῦν,
καὶ δηλαδὴ καὶ τὸ θυμούμενόν τε καὶ φιλονεικοῦν, ὧν
οὐδὲν ἀναγκαῖόν ἐστιν, ἀλλὰ καὶ πρώτην μὲν ἐπιβολὴν ἐνίοις
ἐνδεχόμενον εἶναι δοκοῦν, ὕστερον δὲ διὰ πολλῶν φαινομένων
ἐλεγχόμενον. ἡ μέν γε πρώτη διάπλασις ἐπ’ ἀρτηρίας τε
καὶ φλέβας, χορίον τε καὶ ἧπαρ, οὐκ ἐπὶ τὴν καρδίαν ἡμᾶς
ποδηγεῖ λόγῳ τε σκοπουμένους καὶ τοῖς ἐξ ἀνατομῆς
φαινομένοις. ἡ δ’ ἐπὶ ταύτῃ δευτέρα τε καὶ τρίτη, καθότι
Work
Title: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 652-702
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_037.xml [102 Kb]