De Foetuum Formatione (On the Formation of the Foetus)
Kühn 1822
ἐξ αὐτῶν ἴσχειν, ἐν ᾧ χρόνῳ καὶ καρδία πλάττεται. παραγίγνεσθαι
γὰρ ἐπ’ αὐτὴν ἤδη δύναται καὶ τὸ τῶν ἀρτηριῶν
προειρημένον ζεῦγος εἰς μίαν ἀνηγμένον. καὶ αὐτὸ ἐπὶ μέσης
τῆς ῥάχεως ἐστηριγμένον ὁρῶμεν, ἄχρι περ ἂν ἐγγὺς
ἀφίκηται τῆς καρδίας. ἐκ ταύτης οὖν τὴν καρδίαν πιθανόν
ἐστιν ἀρυομένην αἷμα θερμότερον πολλῷ τοῦ κατὰ
τὰς φλέβας εἰς τοσοῦτον καὶ αὐτὴν θερμοτέραν γίνεσθαι
τοῦ ἥπατος, εἰς ὅσον καὶ τὸ αἷμα τοῦ αἵματός ἐστι
θερμότερον. οὐσῶν δὲ δυοῖν αὐτῆς κοιλιῶν, εἰς μὲν τὴν
δεξιὰν τὸ ἐκ τοῦ ἥπατος αἷμα παραγίγνεται, μετρίως θερμὸν
ὑπάρχον, εἰς δὲ τὴν ἀριστερὰν πολλῷ θερμότερον
τοῦδε τὸ διὰ τῶν ἀρτηριῶν. ὅταν δὲ τὰς κοιλίας σχῇ καὶ
τὰς ὕλας ἀμφοτέρας, ὡς ἂν ἤδη πεπληρωμένης αὐτῶν τῆς
οὐσίας, αὐτή τε σφύζει καὶ τὰς ἀρτηρίας ἅμα ἑαυτῇ κινεῖ
τὴν αὐτὴν ἑαυτῇ κίνησιν, ὥστε τὸ κυούμενον οὐ μόνον
ὡς φυτὸν ἔτι τὴν διοίκησιν ἔχειν, ἀλλ’ ἤδη καὶ ὡς ζῶον,
ὁποῖα ζῶα χῆμαί τ’ εἰσὶ καὶ κήρυκες καὶ πίνναι καὶ
ὄστρεα καὶ λοπάδες, ἤτοι γ’ ὀλιγίστης, ἢ οὐδ’ ὅλως δεόμενον
Work
Title: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 652-702
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_037.xml [102 Kb]