De Foetuum Formatione (On the Formation of the Foetus)
Kühn 1822
ῥίζαις, ἀνάλογον ἔχειν. ἐπεχείρησα δέ ποτε καὶ περὶ τοῦδε
τοῦ λόγου διασκέψασθαι, καθ’ ὃν ἐγχωρεῖ φάναι τρόπον,
πρώτους ἁπάντων ἐκ τοῦ σπέρματος γενέσθαι τοὺς χιτῶνας
τῶν δύο τούτων ἀγγείων, ἃ καὶ τοῖς ἐμβρύοις καὶ τοῖς τελείοις
φαίνεται τὰ μέγιστα· λέγω δὲ τήν τε μεγάλην ἀρτηρίαν
καὶ τὴν μεταξὺ τοῦ ὀμφαλοῦ τε καὶ τοῦ ἥπατος φλέβα·
καὶ τούτων σχιζομένων, τὰς κατὰ τὸ χορίον γεννᾶσθαι, κᾄπειτα
τούτων τὰ πέρατα τοῖς ἐπὶ τῶν δένδρων ἐοικέναι πέρασι
τῶν ῥιζῶν. ἀλλὰ καὶ κατὰ τοῦτον τὸν λόγον οὔτε τὸ
ἧπαρ οὔθ’ ἡ καρδία φαίνεται πρῶτα γιγνόμενα. δεῖται γὰρ
δή που προφανῶς εἰς τὴν γένεσιν αἱματικῆς οὐσίας, ἣν διὰ
τῶν ἀγγείων ἐκ τῆς μήτρας ἀναγκαῖόν ἐστιν ἀφικνεῖσθαι.
πάλιν οὖν, ὅπερ ἤδη καὶ πρόσθεν ἔφαμεν, τὸ μὲν σπέρμα
τὸν τοῦ δημιουργοῦ λόγον ἕξει, τὰ δ’ ἀγγεῖα, δι’ ὧν ἐπισπᾶται
παρὰ τῆς κυούσης αἷμα πρὸς τὴν τῶν σπλάγχνων
γένεσιν, ἁπάντων πρῶτα γεννηθήσονται, δεύτερα δ’ ἐπ’
αὐτοῖς ἧπάρ τε καὶ καρδία, καθάπερ οἰκίας θεμέλιον καὶ
πλοίου τρόπις. ἐν ᾧ δὲ χρόνῳ διαπλάττει ταῦτα ἡ ἐν τῷ
Work
Title: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 652-702
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_037.xml [102 Kb]