De Foetuum Formatione (On the Formation of the Foetus)
Kühn 1822
τὰς διαρθρώσεις ὁμοῦ τε καὶ πολλὰς, ἑκάστου τ’ ἐν μέρει,
ποτὲ δὲ καμπτομένων εἰς πλάγια διττῶς, ἤτοι πρὸς
τὸν μικρὸν ἢ τὸν μέγαν δάκτυλον. εἰ γὰρ ἔγνωσαν, ὅτι διὰ
μυῶν ἅπασαι γίγνονται, μὴ γινωσκομένων ἡμῶν, πρὶν γυμνωθῆναι
διὰ τῆς ἀνατομῆς, ἐθαύμασαν ἂν, ὅπως οὐ μόνον
ἡμεῖς, ἀλλὰ καὶ τὰ μικρὰ παιδία, κελευσάντων ἐκτεῖναι
τόνδε τὸν δάκτυλον ἢ κάμψαι, παραχρῆμα τὸ κελευσθὲν
πράττει, μηδὲ γινώσκοντα τὸν κινοῦντα μῦν. ἔτι δὲ μᾶλλον
ἐπὶ τῆς γλώττης, ἐφ’ ἧς οὐδὲ τοῖς ἀνατομικοῖς συμπεφώνηται
περὶ τοῦ πλήθους τῶν κινούντων αὐτὴν μυῶν· τοσοῦτον
ἀποδέουσιν βεβαίως γιγνώσκειν τὸν ἐξηγούμενον μῦν ἑκάστης
τῶν κατὰ μέρος κινήσεων. ἀλλὰ καὶ τοῦτο τοῖς ἐπιμελεστέροις
τῶν ἰατρῶν ἐζήτηται· καί τις ἔφη, καθάπερ τι ζῶον
ἕκαστον μῦν τῆς βουλήσεως ἡμῶν αἰσθανόμενον ἐπισπᾶσθαί
τε καὶ περιάγειν τὴν γλῶτταν εἰς τὸ προσῆκον σχῆμα
τῆς ῥυθμιζομένης φωνῆς. ἀλλὰ τοῦτο μὲν ἅπασι τοῖς ἄλλοις
οὐ πιθανὸν εἶναι δοκεῖ. θαυμαστὸν δὲ φαίνεται, παιδίον
Work
Title: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 652-702
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_037.xml [102 Kb]