De Foetuum Formatione (On the Formation of the Foetus)
Kühn 1822
τὰ κατὰ τὰς διαρθρώσεις ὀστᾶ. καὶ μὴν κᾀκ τοῦ κινεῖσθαι
τῶν μυῶν ἕκαστον οἰκείαν τῇ βουλήσει κίνησιν οὐ πιθανόν
ἐστιν, ὁμοίως τοῖς θαύμασιν κατεσκευάσθαι τὸ σπέρμα,
μὴ γιγνώσκειν δ’ αὐτὸ μηδ’ ὅλως παρακολουθοῦν οἷς πράττει.
διὸ καὶ τῶν λεγόντων, ἑαυτοῦ περιπλάττειν τὸ σῶμα
τὴν ψυχὴν, ὁ λόγος ἔκ τινων φαινομένων πιθανῶς κατασκευαζόμενος
ἐντεῦθεν ἀντιλογίαν ἴσχει. κατασκευάζει μὲν
γὰρ αὐτὸν ἡ τῶν μερῶν τοῦ σώματος χρῆσις ἅμα τῷ γεννηθῆναι
τοῖς ζώοις ὑπάρχουσα. φαίνεται γοῦν ἕκαστον ἐκείνῳ
τῷ μέρει τοῦ σώματος ἀμυνόμενον, ὃ τῶν ἄλλων ὑπερέχει,
μόσχος μὲν κυρίττων, πρὶν φῦσαι τὰ κέρατα, πῶλος δ’ ἵππου
λακτίζων οὐδέπω στερεαῖς ταῖς ὁπλαῖς, ὥσπερ γε τὸ
μὲν σκυλάκιον δάκνειν ἐπιχειροῦν, καὶ εἰ μηδέπω κρατεροὺς
ἔχει τοὺς ὀδόντας, ὅσα δὲ πτηνὰ τῶν ζώων ἐστὶν, ἐγχειροῦντα
πέτεσθαι, καὶ εἰ μήπω δύναται. ταῦτα γὰρ ἐνδείκνυσθαι
δοκεῖ, τὴν χρωμένην τοῖς μορίοις ψυχὴν ἐπίστασθαι
τὴν χρείαν αὐτῶν, ὡς ἂν αὐτὴν κατεσκευακυῖαν, οὐχ ὑπ’
ἄλλου γεγονόσι χρωμένην. ἀλλὰ διὰ τί, βουληθέντων ἡμῶν
Work
Title: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 652-702
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_037.xml [102 Kb]