De Substantia Facultatum Naturalium (On the Substance of the Natural Powers)
Kühn 1822
ἐγὼ δ’ οὖν, ἀφ’ ὧν μὲν κινούμενος ἐπὶ τὴν δόξαν ταύτην
ἀφίκετο, δι’ ἑτέρων ὑπομνημάτων ἐδήλωσα, μὴ συναποφηνάμενος
αὐτῷ ἢ διατεινόμενος. οὐδὲ γὰρ αὐτὸς ἐκεῖνος οὕτως
ἀποφαίνεται τὰ τῆς φυσικῆς θεωρίας, ἀλλ’ ἄχρι τοῦ
πιθανοῦ καὶ εἰκότος αὐτὴν προέρχεσθαί φησιν. ὅτι μέντοι
τὰ φυτὰ κινήσεως ἀρχὴν ἐν αὑτοῖς ἔχει καὶ τὴν τῶν
οἰκείων τε καὶ ἀλλοτρίων αἴσθησιν, ἀληθὲς εἶναι νομίζω,
λέγειν δὲ ἀκαίρως τὰ τοιαῦτα φυλάττομαι μᾶλλον ἢ αὐτὸς
ἐκεῖνος, ἀλλ’ ἐὰν ἔρηταί μέ τις, τί πλεονεκτεῖ τῶν φυτῶν
τὰ ζῶα, τήν τε αἴσθησιν λέγω καὶ τὴν καθ’ ὁρμὴν κίνησιν
καὶ τάς τε δυνάμεις, ἃς εἶπον ἄρτι, τήν τε ἑλκτικὴν,
καὶ τὴν ἀποκριτικὴν, καὶ τὴν καθεκτικήν τε καὶ ἀλλοιωτικὴν,
οὐ ψυχικὰς, ἀλλὰ φυσικὰς ὀνομάζων, μηδὲν ἐκ τούτου
μήτε τὴν ἰατρικὴν τέχνην μήτε τὴν ἠθικὴν φιλοσοφίαν
βλαπτομένην ὁρῶν. ὅταν δὲ τῆς ἠθικῆς φιλοσοφίας
τὸ φυσικὸν μέρος, ὁποῖόν τι Πλάτων ἡγεῖται, λέγειν ἀναγκαῖόν
μοι γένηται, τινὰ μὲν ἄντικρυς ἐπαινῶ, καὶ συναποφαίνομαι
τἀνδρί· περί τινων δὲ ἄχρι τοῦ πιθανοῦ προσέρχομαι,
Work
Title: De Substantia Facultatum Naturalium
English: On the Substance of the Natural Powers
Original: Περὶ οὐσίας τῶν φυσικῶν δυνάμεων
Domains: Mathematics
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 757-766
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_041.xml [19.5 Kb]