De Propriorum Animi Cuiuslibet Affectuum Dignotione et Curatione (The Passions of the Soul)
Kühn 1823
μεγάλοις θυμοῦσθαι, ἀλλ’ ἐπὶ μόνοις τοῖς μεγάλοις μιασμοῖς.
οὔτε γὰρ ὑπάρχει παθεῖν ὕστερον αὐτὸν, καὶ ἐπὶ
τοῖς μεγάλοις ὀργίζεσθαι μιασμοῖς, εἴ τις, ὅπερ ἐγὼ προστάξας
αὐτῷ μειράκιον ὢν ἔτι διὰ παντὸς ἐφύλαξα τοῦ
βίου, φυλάξῃ, τὸ μηδέποτε τυπτῆσαι τῇ χειρί μου μηδένα
τῶν οἰκετῶν, ὅπερ ἤσκηταί μου καὶ τῷ πατρὶ, καὶ πολλοῖς
ἐπετίμησε τῶν φίλων, περιθλάσασιν εὑρὼν ἐν τῷ πατάξαι
κατὰ τῶν ὀδόντων οἰκέτας, ἀξίους εἶναι λέγων ἐπὶ τῇ γενομένῃ
φλεγμονῇ καὶ σπασθῆναι καὶ ἀποθανεῖν, ὅπου γε
ἐξῆν αὐτοῖς, καὶ νάρθηκι, καὶ ἱμάντι μικρὸν ὕστερον ἐφορίσαι
πληγὰς ὅσας ἠβούλοντο, καὶ τῇ βουλῇ τὸ τοιοῦτον
ἔργον ἐπιτελεῖν. ἄλλοι δὲ οὐ μόνον πὺξ, ἀλλὰ καὶ λακτίζουσι,
καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττουσι, καὶ γραφείῳ κεντοῦσιν,
ὅταν τοῦτο τύχωσιν ἔχοντες. εἶδον δέ τινα καὶ
καλάμῳ, δι’ οὗ γράφομεν, ὑπ’ ὀργῆς εἰς τὸν ὀφθαλμὸν
πατάξαντα τὸν οἰκέτην. Ἀδριανὸς αὐτοκράτωρ, ὥς φασι,
γραφείῳ ἐπάταξεν εἰς τὸν ὀφθαλμὸν ἕνα τῶν ὑπηρετῶν.
ἐπεὶ δὲ τὴν πληγὴν ταύτην ἔγνω γενόμενον ἑτερόφθαλμον,
ἐκάλεσέ τε καὶ συνεχώρησεν ἀντὶ τοῦ πάθους αἰτεῖν
Work
Title: De Propriorum Animi Cuiuslibet Affectuum Dignotione et Curatione
English: The Passions of the Soul
Original: Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῆ ἰδίων παθῶν
Domains: Mathematics, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 1-57
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_042.xml [110 Kb]