De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione (On the Diagnosis and Cure of the Errors of the Soul)
Kühn 1823
πάμπολλοι, πλὴν δοξοσοφίας οὐδὲν τούτοις ὑπάρχειν·
οἱ δ’ ἀνόητοι μὲν ἐν τοῖς ἀγνώστοις ἅπασιν ἐλέγχονται,
δοξόσοφοι δ’ ἐν τοῖς γνωστοῖς. ἐγὼ δὲ διαδεξάμενος αὐτὸν
τὸν λόγον, εὐλόγως ἔφην τοῦτο συμβαίνειν αὐτοῖς.
καὶ γὰρ, ὅπως χρὴ μεταβαίνειν ἀπὸ τῶν ἐναργῶς γινωσκομένων
ἐπὶ τὰ τῶν ἀδήλων, οὐδέποθ’ ὑπέμειναν ἀσκηθῆναί
τε καὶ μαθεῖν ἐπὶ πραγμάτων, μαρτυρῆσαι μὲν τοῖς
εὑροῦσιν αὐτὰ δυναμένων, ἐλέγξαι δὲ τοὺς οὐχ εὑρόντας.
Ἵνα δ’, ἔφη, καὶ γελάσητε, καὶ γνῶτε τὸν τῦφον
αὐτῶν ὁπηλίκος ἐστὶν, διελθεῖν ὑμῖν ἕν τι καὶ δύο βούλομαι,
περὶ ὧν ἀποφαίνονται προπετῶς οἱ τὰς ὀφρῦς
ἀνεσπακότες οὗτοι. καὶ πρῶτόν γε τοῦτο λέγω μάλιστ’,
ἐπειδὴ τῶν Περιπατητικῶν τις ἀφῖκται τῶν φιλοσόφων,
ἕνα τε τὸν κόσμον τοῦτον εἶναι πεπλησμένον, ἔξωθέν τε
αὐτοῦ μηδὲν εἶναι κενὸν, ὥσπερ οὐδ’ ἔνδον· διαφέρει
γε μὴν, ἔφην, τῷδε τῷ φιλοσόφῳ διττὴν διαφορὰν ἑκάτερος
τούτων· ἐδείκνυον δὲ τόν τε Στωϊκὸν καὶ τὸν
Work
Title: De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione
English: On the Diagnosis and Cure of the Errors of the Soul
Original: Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἁμαρτημάτων
Domains: Medicine, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 58-103
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_043.xml [88 Kb]