De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione (On the Diagnosis and Cure of the Errors of the Soul)
Kühn 1823
ἀκολουθεῖ. τῶν δ’ ὡς ἐριζομένων ὄντων, ἢ προσποιουμένων
μὲν μὴ γνωρίζειν, ὅσα τοῖς δόγμασιν αὐτῶν
ἐναντιοῦται, πολλάκις ἐπειράθην. περὶ μὲν γοῦν τῶν ἑπομένων
ἑκάστῳ τέλει μυριάκις ἤδη λόγων ἡμῖν γεγονότων
πρὸς πολλοὺς τῶν φιλοσόφων, οἱ μὲν ἄλλοι πάντες διὰ τὸ
πεπαιδεῦσθαι τὴν πρώτην παιδείαν ὀξεῖς εἰσι τὴν διάνοιαν,
αὐτοί τε τοὺς ἀκολούθους βίους τοῖς αὑτῶν δόγμασιν
ἔλεγον, τὸν ἡμῶν λόγον γνωρίζοντες· οἱ δ’ ἄλλοι, ὡς
εἴρηται, γεγηρακότες ἐν δοξοσοφίᾳ, μόνοι τἀναντία λέγοντες,
εἶτα καταγελώμενοι πρὸς ἁπάντων τῶν παρόντων εἰς λοιδορίαν
αὐτῶν ἐτρέποντο. ἀλλὰ τὰ μὲν ἐξηγημένα πολλάκις
ἡμῖν ἅμα πολλοῖς ἀνδράσι περὶ τῶν ἀκολούθων ἑκάστῳ
τέλει βίων ἐν ἑτέροις ὑπομνήμασιν ἔχεις· καὶ δῆλον ὅτι
πολλὰ παραδείγματα τῶν ἁμαρτημάτων, ὧν ἁμαρτάνουσιν
ἐν αὐτοῖς, γέγραπται. πάντα γὰρ, ὅσα καθ’ ὅλον τὸν βίον
ἐναντίως ἀλλήλοις πράττουσιν, ὅσα τε καὶ λέγουσιν οἱ ἀπὸ
τῶν διαφόρων αἱρέσεων ἀναγόμενοι, κατάκρισις ψευδὴς
Work
Title: De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione
English: On the Diagnosis and Cure of the Errors of the Soul
Original: Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἁμαρτημάτων
Domains: Medicine, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 58-103
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_043.xml [88 Kb]