De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione (On the Diagnosis and Cure of the Errors of the Soul)
Kühn 1823
εἶτα καὶ πάλιν, αὐτὰ ταῦτα πῶς εἶναι χρὴ, βουλευόμενον
αὐτὸν ἐπισκεψάμενόν τε, μή τι πάλιν ἕτερον ἀκούουσι κριτήριον
ἄλλου κριτηρίου δεόμενον, εἶτ’ ἐπ’ ἐκείνου πάλιν
ἄλλο, καὶ τὴν εἰς ἄπειρον ἔκπτωσιν ὑποπτεύσαντα, μετὰ
πολλῆς ἀσφαλείας ἐν χρόνῳ πολλῷ σὺν τοῖς ἀληθεστάτοις
αὐτῷ φανεῖσιν ἀνδράσιν οὕτως ἐπισκέψασθαι τὸ πρῶτον
ἁπάντων κριτήριον, ὃ δῆλον καί τινα λαβὴν ἄκριτον χρὴ
καταλαβόντα μεμνῆσθαι πᾶσιν ἀνθρώποις. ὁμολογούμενον
δ’ ἦν αὐτὸ καὶ χωρὶς κρίσεως ἱκανὸν ἐνδείκνυσθαι τὴν
αὐτὴν δύναμίν ἐστι τοῦτο πάσης ἀποδείξεως. οὕτως τὸ
λοιπὸν ἐπ’ αὐτὸ βλέποντα, πάντα ἀνάγειν τὰ κατὰ μέρος,
ὅπερ ἀνάλυσιν ἐκάλεσαν ἔνιοι τῶν φιλοσόφων, ὡς ἄνοδόν
τινα τῶν μεταξὺ γιγνομένων ἐπὶ τὸ πρῶτον κριτήριον. ἅτε
δ’ ὄντος τούτου ἱκανῶς χαλεποῦ πράγματος, ὡς ἔργῳ πολλάκις
ἔμαθες ἐπὶ τῶν δοξοσόφων ἀσχημονούντων τε καὶ καταγελωμένων,
διὰ τὸ μηδὲ τὰ τυχόντα τῶν ζητουμένων
δύνασθαι πρὸς τὸ πρῶτον ἀνάγειν κριτήριον, ἑαυτῷ χρὴ
Work
Title: De Animi Cuiuslibet Peccatorum Dignotione et Curatione
English: On the Diagnosis and Cure of the Errors of the Soul
Original: Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἐν τῇ ἑκάστου ψυχῇ ἁμαρτημάτων
Domains: Medicine, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 58-103
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_043.xml [88 Kb]