Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

ὑπὸ τοῦ τοιούτου χυμοῦ γινομένας αἱμοῤῥοΐδας. ἕλκος δέ τις ἔχων ἐν κνήμῃ χρόνου πολλοῦ τὴν ὑπερκειμένην φλέβα κιρσωδεστέραν οὖσαν ἐκτμηθεὶς, αὐτίκα μὲν ἐθεραπεύθη τὸ ἀρχαῖον ἕλκος, ὃ δὲ ἐκ τῆς τομῆς ἔσχεν ἐξαιρουμένης τῆς φλεβὸς, ἀνίατον ἔμεινεν. ὕστερον δέ ποτε μετ’ ἐνιαυτὸν εἷς τῶν ἐν Περγάμῳ διδασκάλων ἡμῶν Στρατόνικος τοὔνομα, μαθητὴς Σαβίνου τοῦ Ἱπποκρατείου, φλέβα τεμὼν ἐν ἀγκῶνι ἀνθρώπου, καὶ θεασάμενος αἷμα παχὺ καὶ μέλαν ἐκκρινόμενον, ἐπαφεῖλε κατὰ τὴν ὑστεραίαν ὀλίγον, εἶτα κατὰ τὴν τρίτην τε καὶ τετάρτην ὁμοίως ὀλίγον, καθήρας τε μετὰ ταύτας τὰς τρεῖς φαρμάκῳ μέλανα χυμὸν ἐκκενοῦντι, καὶ τὴν δίαιταν αὐτῷ εὔχυμον παρασκευάσας, ἐπὶ τὴν θεραπείαν τοῦ ἕλκους ἐτράπετο.

Ὅτι μὲν οὖν ἐν ταῖς φλεψὶ καὶ ταῖς ἀρτηρίαις οἱ χυμοὶ περιέχονται πάντες, ἐνδείκνυται ἡ μὲν ποικιλία τῆς χρόας τε καὶ συστάσεως αὐτοῦ, δηλοῖ δὲ καὶ τὰ νῦν εἰρημένα, καὶ πρὸς τούτοις ὅσα κατὰ τὸ περὶ φύσιος

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download