Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

ἄβρωτός ἐστιν· ἐπὶ δέ γε λεόντων καὶ λεαινῶν, καὶ παρδάλεών τε καὶ λεοπάρδων, ἄρκτων τε καὶ λύκων οἱ τὰς σάρκας αὐτῶν ἡδέως ἐσθίοντες ἀφίστανται τοῦ σπληνὸς ὡς ἀβρώτου. καίτοι γ’, εἰ πρῶτος ἀπολαύει τῶν ἐσθιομένων τε καὶ πινομένων, ἐχρῆν αὐτὸν μάλιστα μὲν, εἰ οἷόν τε, καὶ αὐτοῦ τοῦ ἥπατος ἐπιτηδειότερον εἰς ἐδωδὴν ὑπάρχειν, εἰ δὲ μὴ, ἀλλὰ μὴ χείρω γε πάντως. εἰρηκότος οὖν αὐτοῦ τοῦ Ἐρασιστράτου, τοὺς περὶ τῶν τοιούτων λογισμοὺς ἀλλήλοις δεῖν ὁμολογεῖν πάντως, οὐκ οἶδ’ ὅπως ὑπομένουσί τινες ἀποδέχεσθαι λόγους ὑπὸ τῶν φαινομένων ἐλεγχομένους, οὓς οὐδὲ οἱ πατέρες αὐτῶν αὐτοὶ διαπαντὸς ἐδυνήθησαν φυλάξαι. σιωπῶν γοῦν Ἐρασίστρατος περὶ τῆς οὐσίας τοῦ τρέφοντος χυμοῦ τὰ νεῦρα γράφειν αὐτὴν ἠναγκάσθη διὰ τὸ χρήσιμον εἰς τὴν τῶν παραλελυμένων ἴασιν, γλίσχρον εἶναι λέγων καὶ ὅλκιμον καὶ δυσέκκριτον τὴν τροφὴν, ὑφ’ ἧς τὰ νεῦρα τρέφεται. καὶ μὴν τοῦτό γε οὐκ ἄλλοθεν ποθὲν ἢ ἐκ τῶν φαινομένων περὶ τὰ νεῦρα συνελογίσατο. καὶ γὰρ ἑψόμενα καὶ σηπόμενα τὴν

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download