Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

διάλυσιν εἰς τὸν τοιοῦτον ἔχει χυμὸν, ἔν τε τῷ κατὰ φύσιν ἔχειν ἄναιμα τελέως εἰσίν. ἀλλ’ εἰ μὴ συγχωρηθείη τῶν μορίων ἕκαστον οἰκείῳ τῆς ἰδίας οὐσίας τρέφεσθαι χυμῷ, τὸ πιστὸν οἰχήσεται τοῦ λόγου. καὶ μὴν εἴπερ οἰκεῖος ἕκαστον τῶν μορίων τρέφει χυμὸς, οὐκ ἐνδέχεται τὸν τῶν καρχαροδόντων ζώων σπλῆνα γλυκεῖαν ἔχειν τὴν τροφήν. εἴπερ οὖν ἐπὶ τούτων μάλιστα φαίνεται σαφὴς ἡ ἰδέα τοῦ σπληνὸς, ὡς ἂν τὴν στρυφνὴν καὶ ὀξεῖαν ἐναργῶς ἔχοντος ποιότητα, πρόδηλον ὅτι καὶ ὁ τρέφων αὐτὴν χυμὸς τοιοῦτός ἐστιν. οὐκ οὖν ἂν ἠμέλησεν ὁ δημιουργὸς τῶν τοιούτων ζώων ἐκκαθαίρειν τοῦ αἵματος ὅσον ἰλύς τις αὐτοῦ καὶ τρύξ ἐστι, καθάπερ οὐδὲ τὸ πικρόχολον καὶ ὀῤῥῶδες περίττωμα. εἴπερ οὖν φαίνονται κατὰ τὸ σῶμα πάντες οἱ χυμοὶ περιεχόμενοι, τοῦτο γὰρ Ἱπποκράτης ἀπέδειξεν, ἐκ τοῦ πάντας ἐκκρίνεσθαι τοῖς ὑγιαίνουσιν, ἑλκομένους ὑπὸ τῶν οἰκείων ἑκάστου φαρμάκων, οὐκ ἂν ἠμέλησεν ἡ διαπλάττουσα τὰ ζῶα τέχνη ποιῆσαί τι τοῦ μελαγχολικοῦ περιττώματος

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download