Digital Corpus for Graeco-Arabic Studies

Galen: De Atra Bile (On Black Bile)

Kühn 1823

εἰ γοῦν, φασὶν, ἀθλητῇ τινι ἄριστα διακειμένῳ δοίη τις φαρμάκου τοῦ νομιζομένου μέλαιναν χολὴν ἐκκενοῦν, ὄψεται κενουμένην αὐτὴν, ὥσπερ, εἰ καὶ τῶν τὴν ξανθὴν χολὴν ἐκκαθαίρειν πεπιστευμένων προσενέγκῃ τις, ἐκείνην ὄψεται κενουμένην. ᾧ καὶ δῆλον εἶναί φασιν, ὡς, ἀλλοιουμένου τοῦ αἵματος ὑπὸ τῆς τοῦ φαρμάκου δυνάμεως, εἰς τὰς χολὰς γίνεται μεταβολή· καθάπερ γε κᾂν εἰ φλέγματος ἀγωγὸν δοίης, ὄψει, φασὶ, καὶ τότε κενούμενον φλέγμα. παραπλησίως δὲ, κᾂν εἰ τὰ πεπεισμένα τὸν λεπτὸν ἰχῶρα κενοῦν, ἀναγκάσῃς προσενέγκασθαι τὸν εὐχυμότατον ἄνθρωπον, ὄψει καὶ τότε κενούμενον ὑδατώδη λεπτόν τινα ἰχῶρα. πρὶν μὲν οὖν ἀποδειχθῆναι τῶν καθαρτικῶν φαρμάκων ἕκαστον ἕλκειν ἕνα τινὰ χυμὸν, οὗ πέφυκεν ὑπάρχειν ἑλκτικὸν, ἔχει τι πιθανὸν ὁ λόγος αὐτῶν· ἀποδειχθέντος δὲ τούτου, τὸ ψεῦδος αὐτῶν κατάφωρον γίνεται. ἐδείχθη γὰρ, ὅτι τὸν οἰκεῖον ἕκαστον ἕλκει χυμὸν, ἐκ τοῦ τὰ μὲν τοῖς

Work

Title: Galen: De Atra Bile
English: On Black Bile
Original: Περὶ μελαίνης χολῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 104-148

Publisher: Cnobloch, Leipzig

Download