Digital Corpus for Graeco-Arabic Studies

Galen: De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)

Kühn 1823

κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πνεῦμα δυοῖν θάτερον, εἰ μὲν ἀσώματός ἐστιν ἡ ψυχὴ, τὸ πρῶτον αὐτῆς ὑπάρχειν, ὡς ἂν εἴποι τις, οἰκητήριον, εἰ δὲ σῶμα, τοῦτ’ αὐτὸ πνεῦμα τὴν ψυχὴν εἶναι. ἀλλ’ ὅταν γε, συναχθεισῶν τῶν κοιλιῶν, ὀλίγον ὕστερον αὖθις αἰσθάνηται καὶ κινῆται τὸ ζῶον, οὐκ ἔθ’ οἷόν τε φάναι, τῶν εἰρημένων ὑπάρχειν τουτὶ τὸ πνεῦμα. βέλτιον οὖν ὑπολαβεῖν, ἐν αὐτῷ μὲν τῷ σώματι|τοῦ ἐγκεφάλου τὴν ψυχὴν οἰκεῖν, ἥτις ποτ’ ἂν ᾖ κατὰ τὴν οὐσίαν· οὔπω γὰρ περὶ τούτου σκέψις ἥκει· τὸ πρῶτον δ’ αὐτῆς ὄργανον εἴς τε τὰς αἰσθήσεις ἁπάσας τοῦ ζώου καὶ προσέτι τὰς καθ’ ὁρμὴν κινήσεις τοῦτ’ εἶναι τὸ πνεῦμα, διὸ καὶ κενωθὲν, ἄχρις ἂν αὖθις ἀθροισθῇ, τὴν μὲν ζωὴν οὐκ ἀφαιρεῖσθαι τὸ ζῶον, ἀναίσθητον δὲ καὶ ἀκίνητον ἐργάζεσθαι. καίτοι γε, εἴπερ ἦν αὐτὸ ἡ τῆς ψυχῆς οὐσία, συνδιεφθείρετ’ ἂν αὐτῷ κενουμένῳ παραχρῆμα τὸ ζῶον. εὔλογον οὖν γεννᾶσθαι μὲν τουτὶ τὸ πνεῦμα κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου, καὶ διὰ τοῦτο ἐκεῖσε τελευτᾷν ἀρτηριῶν τε καὶ φλεβῶν οὐκ ὀλίγον πλῆθος, ἐξ οὗ τὰ καλούμενα χοροειδῆ

Work

Title: Galen: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων

Domains: Medicine, Philosophy, Natural philosophy, Psychology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 5

Pages: 181-805

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_046.xml [1.2 Mb]