De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
πότερον ὅμοιόν ἐστιν ἢ ἀνόμοιον τῷ τῶν ὑγιαινόντων,
μάλιστα δ’ εἰ αὐτὸ ἑαυτῷ, οὕτως νῦν τὸ ἐκπεπτωκὸς ἄρθρον
τῷ ὑγιεῖ παραβάλλει τὴν παραβολὴν ποιούμενος ἐπ’ αὐτοῦ
τοῦ πεπονθότος ἀνθρώπου· ἀπάτη γὰρ, ἣν παραξύνεσιν
ὠνόμασε, γίγνεται πολλάκις, ἐὰν τοῖς ἀλλοτρίοις ἄρθροις
παραβάλλῃς αὐτό. καὶ μέντοι καὶ ὡς ἐκ τῶν κατὰ μέρος,
εἰ ὅμοιόν ἐστι τῷ κατὰ φύσιν ἔχοντι τό γε πεπονθὸς, ἔνεστι
διαγνῶναι, καθάπερ ἐν τῷ Προγνωστικῷ διῆλθεν, οὕτως
κᾀνταῦθα, τὰ μὲν ἄλλα γράψας καλῶς, ἐν ᾧ δ’ ἄν τι σφαλείη
διὰ τὴν πρὸς τὸ ἐξηρθρηκὸς ὁμοιότητα, τοῦτ’ ἐπισημῃνάμενος,
ὡς παραξύνεσιν ἔχον καὶ αὐτό. ταπεινὴ γὰρ ἡ
ἐπωμὶς οὐ μόνον ἐπὶ τῶν ἐξηρθρηκότων ἐστὶν, ἀλλὰ κᾀπὶ
τῶν ἀπόσπασμα κατὰ τὸ ἀκρώμιον ἐχόντων, ὥστε συγχεῖσθαι
κατὰ τοῦτο τὴν διάγνωσιν τῶν ἐξαρθρημάτων, εἰς κοινὸν
σημεῖον ἀφικνουμένην τοῖς ἀπεσπασμένον ἔχουσι τὸ ἀκρώμιον.
ἀλλὰ κᾷνταῦθα πάλιν, ὅπερ καθόλου διὰ τοῦ κατ’ ἰητρεῖον
ἀπεφῄνατο, τοῦτο νῦν ἑνὸς εἴδους ἐποίησεν, ἐπιδείξας οὐ
μόνον ᾗ ὅμοια τὰ σημεῖα τῶν δύο παθῶν ἐστιν, ἀλλὰ καὶ
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]