De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
ᾗ ἀνόμοια. κοίλη μὲν οὖν ἡ ἐπωμὶς ἐπ’ ἀμφοῖν φαίνεται,
τῶν δὲ ἄλλων συμπτωμάτων, ὧν τὸν κατάλογον ἔγραψεν ἐπὶ
τῶν ἐξηρθρηκότων ὤμων, οὐδὲν συμβαίνει κατὰ τὰ τῶν
ἀκρωμίων ἀποσπάσματα, περὶ ὧν κατὰ τὴν προγεγραμμένην
ῥῆσιν οὕτως εἶπε. τούτου δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν
φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρῶν, ἢ τοῦ ἑτέρου.
εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ.
τοῦτο δὲ ἄνω ἀεῖραι τὴν χεῖρα ἰθεῖαν παρὰ τὸ οὖς, ἐκτεταμένου
τοῦ ἀγκῶνος, οὐ μάλα δύναται, ὥσπερ καὶ τὴν ὑγιέα,
οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. ταῦτα μὲν ἐπὶ τῶν
ἐξηθρηκότων φαίνεται γιγνόμενα, μηδὲν τοιοῦτον πασχόντων,
οἷς ἀπέσπασται τὸ ἀκρώμιον· μόνοις γὰρ αὐτοῖς κοινόν
ἐστι τὸ τὴν ἐπωμίδα φαίνεσθαι κοίλην. ἔστι δὲ καὶ κατὰ
τοῦτο τὸ κοινὸν οὐ μόνον ὁμοιότης, ἀλλὰ καὶ ἀνομοιότης.
φαίνεται γὰρ ὁ τόπος ὢν ταπεινότερος, οὐ μὴν καὶ γεγονώς
γε κατὰ ἀλήθειαν ἑαυτοῦ ταπεινότερος, ὡς ἐπὶ τῶν ἐξηρθρηκότων
ὤμων. ἐπ’ ἐκείνων μὲν γὰρ, τῆς κεφαλῆς τοῦ βραχίονος
εἰς τὴν μασχάλην καταπεσούσης, ὁ πρότερον ὑπάρχων
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]