De Placitis Hippocratis et Platonis (On the Doctrines of Hippocrates and Plato)
Kühn 1823
δ’ οὐ πάνυ. διὰ τί δὲ ταῦτα γράφω; ὅτι οἴονταί τινες
ἰητρευκέναι τοὺς ἀνθρώπους , οἷσιν ἔσωθεν ἔπεσον
σπόνδυλοι τελέως ὑπερβάντες τὰ ἄρθρα. καίτοι ῥηΐστην εἰς
τὸ περιγενέσθαι τῶν διαστροφέων ταύτην ἔνιοι νομίζουσι
καὶ οὐδὲν δέεσθαι ἐμβολῆς, ἀλλ’ αὐτομάτως ὑγιέα γενέσθαι
τὰ τοιαῦτα. ἀγνοοῦσι δὲ πολὺ, καὶ κερδαίνουσιν, ὅτι
ἀγνοοῦσι. πείθουσι γὰρ τοὺς πέλας, ἐξαπατῶνται δὲ διὰ
τόδε· οἴονται τὴν ἄκανθαν τὴν ἐξέχουσαν κατὰ τὴν ῥάχιν
ταύτην τοῦ σπονδύλου αὐτὰς εἶναι, ὅτι στρογγύλον αὐτῶν
ἕκαστον φαίνεται ψαυόμενον, ἀγνοοῦντες, ὅτι τὰ ὀστέα ταῦτά
ἐστι τὰ ἀπὸ τῶν σπονδύλων πεφυκότα, περὶ ὧν ὀλίγῳ ἔμπροσθεν
εἴρηται. οἷσι δὲ σπόνδυλοι πολλοὶ προσωτέρω
ἄπεισι, στενοτάτην γὰρ πάντων ζώων ἄνθρωπος κοιλίην ἔχει,
ὡς ἐπὶ μεγέθει ἀπὸ τοῦ ὄπισθεν εἰς τὸ ἔμπροσθεν, ὅτι καὶ
κατὰ τὸ στῆθος. ὅταν οὖν τι τούτων τῶν ὀστέων τῶν
ὑπερεχόντων ἰσχυρῶς καταγῇ, ἤν τε ἓν, ἤν τε πλείω, ταύτῃ
ταπεινότερον τὸ χωρίον γίνεται, ἢ τὸ ἔνθεν καὶ ἔνθεν. διὰ
Work
Title: De Placitis Hippocratis et Platonis
English: On the Doctrines of Hippocrates and Plato
Original: Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Domains: Medicine, Philosophy, Natural philosophy, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 5
Pages: 181-805
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_046.xml [1.2 Mb]