Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

ταῖς αἰσθήσεσιν ἀπαθῶς ὑγιαίνοντα διὰ πάντων φυλάξαι ἄνοσον, ἀνώδυνον, ὁλόκληρον, εἴ γε μὴ παντάπασιν ἐξ ἀρχῆς νοσώδης εἴη τετυχηκὼς, σῶμα; ἀλλ’ ἐγὼ καὶ πάνυ μοι δοκῶ τινας ὑγιεινοὺς φύσει τεθεᾶσθαι παμπόλλαις νόσοις ἁλισκομένους, καὶ τελευτῶντας δὲ κατά γε τὸ γῆρας ἀνιάτοις περιπεσεῖν πάθεσιν, οὓς ἐνῆν, ὅσον ἐπὶ τῇ φυσικῇ τοῦ σώματος ἕξει, ταῖς τ’ αἰσθήσεσιν ἁπάσαις ἀπηρώτους διατελέσαι μέχρι γήρως ἐσχάτου καὶ τοῖς ἄλλοις ἅπασι μορίοις τοῦ σώματος ὑγιαίνοντας. πῶς οὖν οὐκ αἰσχρόν ἐστιν, ἀρίστης φύσεως τυχόντα βαστάζεσθαι μὲν ὑπ’ ἄλλων διὰ ποδάγραν, κατατήκεσθαι δὲ ταῖς ὀδύναις λιθιῶντα, καὶ τὸ κῶλον ἀλγοῦντα, καὶ κατὰ κύστιν ἕλκος ἐκ κακοχυμίας ἔχοντα; πῶς δ’ οὐκ αἰσχρόν ἐστι, διὰ τὴν θαυμαστὴν ἀρθρῖτιν ἀδυνατοῦντα χρῆσθαι ταῖς ἑαυτοῦ χερσὶν, ἑτέρου δεῖσθαι τοῦ προσφέροντος τὴν τροφὴν τῷ στόματι, καὶ τοῦ τὴν ἕδραν ἀπονίζοντος ἐν τοῖς ἀποπάτοις; ἄμεινον γὰρ, ὅστις μὴ παντάπασιν εἴη μαλακὸς, ἑλέσθαι μυριάκις τεθνάναι, πρὶν τοιοῦτον ὑπομεῖναι βίον.

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]