Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

τὸ τοιοῦτον ὕδωρ. εἰ δὲ κἀκ γνωρισμάτων τις ἐθέλοι προγινώσκειν αὐτοῦ τὴν δύναμιν, ὅσων αἱ πηγαὶ πρὸς ἄρκτον ἐῤῥυήκασιν, ἐκ πετρῶν ἐκθλιβόμεναι, τὸν ἥλιον ἀπεστραμμένον ἔχουσαι, ἀτέραμνά τε καὶ βραδύπορα τὰ τοιαῦτα χρὴ νομίζειν ἅπαντα. εὐθὺς δ’ αὐτοῖς ὑπάρχει καὶ τὸ θερμαίνεσθαί τε καὶ ψύχεσθαι βραδέως· ὡς ὅσων γε πρός τε τὰς ἀνατολὰς ἐῤῥώγασιν αἱ πηγαὶ, καὶ διὰ πόρου τινὸς ἢ γῆς διηθεῖται καθαρᾶς, θερμαίνεταί τε καὶ ψύχεται τάχιστα, ταῦτα ἐλπίζειν δεῖ εἶναι κάλλιστα πάσαις ταῖς ἡλικίας. οὐ γὰρ δὴ, καθάπερ οἴνων τε καὶ σιτίων, καὶ γυμνασίων, ἐγρηγόρσεώς τε καὶ ὕπνων, καὶ ἀφροδισίων ἄλλως ἄλλον ἀπολαύειν προσήκει κατὰ τὰς διαφερούσας ἡλικίας, οὕτω καὶ ὕδατος, ἀλλ’, ὅπερ ἄριστον εἴρηται νῦν, τούτῳ χρῆσθαι καὶ παῖδα, καὶ νεανίσκον, καὶ πρεσβύτην, ὥσπερ γε ἀέρα τὸν ἄριστον εἰσπνεῖν ἐν ἅπασιν ὁμοίως χρηστόν. ἄριστον δὲ ἀέρα λέγω τὸν ἀκριβῶς καθαρόν· εἴη δ’ ἂν ὁ τοιοῦτος ὁ μήτ’ ἐκ λιμνῶν, μήτ’ ἐξ ἑλῶν ἀναθυμιάσεως ἐπιθολούμενος, μήτ’ ἐκ βαράθρου δηλητήριον αὔραν

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]