Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

ἀποπνέοντος, ὁποία περί τε Σάρδεις ἐστὶ καὶ Ἱερὰν πόλιν, ἑτέρωθί τε πολλαχόθι τῆς γῆς. οὕτως δὲ καὶ ὅστις ἔκ τινος ὀχετοῦ τῶν καθαιρόντων ἢ μεγάλην τινὰ πόλιν ἢ πολυάνθρωπον στρατόπεδον ἐπιθολοῦται, μοχθηρὸς ἱκανῶς ἐστι· μοχθηρὸς δὲ καὶ ὃς ἂν ἔκ τινος σηπεδόνος ἢ ζώων, ἢ λαχάνων, ἢ ὀσπρίων, ἢ κόπρου μιαίνηται· καὶ μὴν καὶ ὅστις ὁμιχλώδης ἐστὶ διὰ ποταμὸν ἢ λίμνην γειτνιῶσαν, οὐκ ἀγαθὸς, ὥσπερ γε καὶ ὅστις ἂν ἐν κοίλῳ χωρίῳ πανταχόθεν ὑψηλοῖς ὄρεσι περιεχόμενος μηδεμίαν πνοὴν δέχηται, πνιγώδης γὰρ ὅδε καὶ σηπεδονώδης ἐστὶν ἀνάλογον τοῖς ἀποκεκλεισμένοις ἐν οἴκοις τισὶν, ἐν οἷς εὐρὼς ὑπὸ σηπεδόνος τε καὶ ἀπνοίας ἀθροίζεται. οἱ μὲν δὴ τοιοῦτοι ἁπάσαις ταῖς ἡλικίαις λυμαίνονται, ὥσπερ γε καὶ ὁ καθαρὸς ἀκριβῶς ἁπάσαις ταῖς ἡλικίαις ἀγαθός. ἡ δὲ κατὰ θερμότητα καὶ ψυχρότητα, καὶ προσέτι ξηρότητα καὶ ὑγρότητα διαφορὰ τῶν ἀέρων οὐχ ὁμοίως ἔχει πρὸς ἅπαντας, ἀλλὰ τοῖς μὲν εὐκράτοις σώμασιν ὁ εὔκρατος ἄριστος, ὅσα δ’ ἂν ὑπό τινος ἐξεχούσης ποιότητος δυναστεύηται,

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]