Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

δευτέραν ἑβδομάδα μέχρι τῆς τρίτης εἰ μὲν εἰς τὴν ἄκραν εὐεξίαν ἄγειν αὐτὸν ἐθέλοις, ἤτοι στρατιώτην τινὰ γενναῖον, ἢ παλαιστικὸν, ἢ ὁπωσοῦν ἰσχυρὸν ἀπεργάσασθαι βουλόμενος, ἧττον τῶν τῆς ψυχῆς ἀγαθῶν, ὅσα γε εἰς ἐπιστήμην τινὰ καὶ σοφίαν ἄγει, προνοήσῃ. τὰ μὲν γὰρ εἰς ἦθος ἐν τῷδε μάλιστα τῆς ἡλικίας ἀκριβωθῆναι προσήκει. εἰ δὲ τὰ μὲν κατὰ τὸ σῶμα μέχρι τοῦ κρατυνθῆναι τὰ μόρια καὶ περιποιῆσαί τινα ἕξιν ὑγιεινὴν καὶ αὐξῆσαι προαιροῖο, τὸ δὲ λογικὸν τῆς ψυχῆς τοῦ μειρακίου κοσμῆσαι σπουδάζοις, οὐ τῆς αὐτῆς ἐπ’ ἀμφοῖν διαίτης δεήσῃ. καίτοι καὶ τρίτον ἂν καὶ τέταρτον εἶδος βίου εὑρεθείη ποτὲ, τῶν μὲν ἐπί τινα βάναυσον ἀφιγμένων τέχνην, καὶ ταύτην ἤτοι γυμνάζουσαν, ἢ ἀγύμναστον φυλάττουσαν τὸ σῶμα, τῶν δὲ ἐπὶ γεωργίας, ἢ ἐμπορίας, ἤ τι τοιοῦτον ἕτερον. ὥστε καὶ χαλεπὸν εἶναι δοκεῖ ἀριθμῷ τινι περιλαβεῖν πάσας τῶν βίων τὰς ἰδέας. τῆς μὲν γὰρ ὑγιεινῆς τέχνης ἐπάγγελμά ἐστιν ἅπασιν ἀνθρώποις ὑποθήκας διδόναι πρὸς

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]