Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

δὲ καὶ περιπέσοιμέν ποτε, διὰ ταχέων ἐπανορθοῦσθαι τὸ σφάλμα πειρᾶσθαι. τὸ μὲν δὴ μὴ περιπίπτειν ἐκ τοῦ γινώσκειν, πότερον αὐτάρκως ἀποκρίνεται, ἢ μὴ, περιγίνεται· τὸ δ’ ἐπανορθοῦσθαι μεθόδου τινὸς ἑτέρας προσδεῖται.

Λεγέσθω δὴ πρῶτον μὲν, ὑφ’ ὧν ἴσχεται τῶν εἰρημένων ἐκκρίσεων ἑκάστη· δεύτερον δὲ, ὅπως ἄν τις ἐπεσχημένην αὐτὴν προτρέψαι. ἡ μὲν δὴ τῶν περὶ τὴν γαστέρα περιττωμάτων ἐπίσχεσις ἤτοι διὰ τὰ λαμβανόμενα σιτία τε καὶ ποτὰ γίγνοιτ’ ἂν, ἢ διὰ τὴν γαστέρα μετὰ τῶν ἐντέρων· διὰ μὲν τὰ σιτία καὶ ποτὰ, παρά τε τὴν ποιότητα καὶ ποσότητα τῶν ληφθέντων, ἔτι τε πρὸς τούτοις τάξιν τε καὶ τὸν τρόπον τῆς χρήσεως· παρὰ μὲν τὴν ποιότητα, στρυφνῶν, ἢ αὐστηρῶν, ἢ ξηρῶν ταῖς συστάσεσιν ὑπαρχόντων· παρὰ δὲ τὴν ποσότητα, τοῦ προσήκοντος πλειόνων ἢ ἐλαττόνων· παρὰ δὲ τὴν τάξιν, εἰ τὰ μὲν ξηρὰ καὶ στύφοντα πρότερον, τὰ δὲ ὑγρὰ καὶ λιπαρὰ καὶ γλυκέα δεύτερα προσενέγκαιτο· παρὰ δὲ τὸν τρόπον τῆς χρήσεως, εἰ, δέον δὶς

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]