Digital Corpus for Graeco-Arabic Studies

Galen: De Sanitate Tuenda (On the Preservation of Health)

Kühn 1823

σιτεῖσθαι, πᾶσαν εἰς ἅπαξ προσενέγκαιτο τὴν τροφήν. ἡ δὲ περὶ τὴν γαστέρα τε καὶ τὰ ἔντερα τῆς ἐπισχέσεως τῶν περιττωμάτων αἰτία διά τε τὴν φύσιν αὐτῶν καὶ διὰ τὴν ἐπίκτητον γίνεται διάθεσιν. αἱ μὲν δὴ περὶ τὴν φύσιν αὐτῶν αἰτίαι μοχθηρῶν εἰσι τοῦ σώματος κατασκευῶν, ὡς ἐν τῶ περὶ ἐκείνων εἰρήσεται λόγῳ· περὶ δὲ τῶν ἐπικτήτων ἐν τῷδε ῥητέον. ὀκτὼ διαφοραὶ τῶν τῆς γαστρὸς προσφάτων εἰσὶ διαθέσεων, ἅπασαι δυσκρασίαι κατὰ γένος ὑπάρχουσαι, τέσσαρες μὲν ἁπλαῖ, θερμότης, ψυχρότης, ξηρότης καὶ ὑγρότης, τέσσαρες δὲ ἄλλαι σύνθετοι, θερμότης τε ἅμα καὶ ξηρότης, καὶ θερμότης ἅμα ὑγρότητι, καὶ ψυχρότης ἅμα καὶ ξηρότης, καὶ ψυχρότης ἅμα ὑγρότητι. χρὴ δὲ εἰς τοσοῦτον ἥκειν μεγέθους ἑκάστην τῶν δυσκρασιῶν, ὡς ἀσθενῆ φανερῶς ἐργάσασθαι τὴν προωστικὴν δύναμιν, ἤτοι τῆς γαστρὸς μόνης, ἢ τῶν λεπτῶν ἐντέρων, ἢ τῶν παχέων, ἢ καὶ συμπάντων ἅμα τῶν εἰρημένων, ἤ τινων ἐν αὐτοῖς. συνίστανται δ’ αἱ τοιαῦται δυσκρασίαι ποτὲ μὲν ἀπὸ τῶν εἴσω τοῦ σώματος λαμβανομένων, ἔστι δ’ ὅτε καὶ ἀπὸ τῶν ἔξωθεν προσπιπτόντων· ἀπὸ μὲν τῶν εἴσω τοῦ

Work

Title: Galen: De Sanitate Tuenda
English: On the Preservation of Health
Original: Περὶ τῶν ὑγιεινῶν πραγματεία

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_050.xml [0.9 Mb]