Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bonis Malisque Sucis (On Good and Bad Juices)

Kühn 1823

οὐσίαν, ἀπεπτοτέραν τε τοσοῦτον, ὅσον καὶ σκληροτέραν, ἧττόν τε τῶν σαρκῶν τρέφει καὶ ἧττον εὔχυμά εἰσιν. αἱ δ’ οὐραὶ καὶ τούτων ἔτι σκληρότεραι, καὶ τἄλλα ἀνάλογον τῇ σκληρότητι κατ’ αὐτάς ἐστι περί τε πέψιν καὶ θρέψιν, πλὴν οὐ περιττωματικαὶ διὰ τὴν κίνησιν. ὅμοιοι δ’ αὐταῖς εἰσιν ἐπὶ τῶν πτηνῶν ζώων οἱ τράχηλοι. κοιλίαι δ’ οὐδὲν ὅμοιαι τοῖς πτηνοῖς τε καὶ πεζοῖς ζώοις εἰσί. καὶ γὰρ παχεῖαι καὶ σκληραὶ, καὶ διὰ τοῦτο δύσπεπτοι καὶ πολύτροφοι πεφθεῖσαι τοῖς πτηνοῖς εἰσιν αἱ κοιλίαι. κάλλισται δ’ ἀλεκτορίδων καὶ χηνῶν, καίτοι τἄλλα τοῦ χηνὸς μόρια σκληρά τ’ ἐστὶ καὶ δύσπεπτα καὶ περιττωματικὰ, πλὴν τῶν πτερῶν. ἐν δὲ τοῖς μεγάλοις στρουθοῖς, ἃς νῦν ὀνομάζουσι στρουθοκαμήλους, ἅπαντα τὰ μέρη σκληρὰ καὶ δύσπεπτα καὶ περιττωματικά. τῶν δ’ ὤτων ὁ μὲν χόνδρος ἄτροφόν τ’ ἐστὶ καὶ ξηρὸν σῶμα, τὸ δὲ ἔξωθεν δέρμα λεπτὸν καὶ ξηρὸν, ὀλιγότροφόν τε καὶ δύσπεπτον. ὀφθαλμοὺς δ’ ὀλίγοι μὲν ἐσθίουσι, σύγκεινται δ’ ἐξ ἀνομοίων οὐσιῶν· ἑτέρας μὲν γὰρ φύσεως οἱ 

Work

Title: Galen: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 749-815

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_052.xml [135 Kb]