Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bonis Malisque Sucis (On Good and Bad Juices)

Kühn 1823

παλαιοὶ, μὴ ψυχρῶν δὲ, ὅσοις τούτων οὐδέτερον ὑπάρχει. βελτίους μὲν οὖν εἰς εὐχυμίαν οἱ εὐώδεις, ἀλλὰ καὶ κεφαλὴν πλήττουσι· κρείττους δ’ εἰς οὔρησιν οἱ λεπτοὶ, κεφαλῆς δ’ οὐδ’ ὅλως ἅπτονται. φεύγειν δὲ τοὺς παχεῖς ἅμα καὶ δυσώδεις καὶ ἀηδεῖς καὶ αὐστηροὺς, οἷός ἐστιν ὁ φαῦλος Βικυὸς ἐν τοῖς μεγάλοις κεραμίοις, ὁ δ’ ἐν τοῖς μικροῖς οὔτ’ ἀηδὴς, οὔτε δυσώδης, οὔτε παχὺς ἄγαν ἐστὶν, ἀλλ’ οὐδὲ τὴν στύψιν ἔχει στρυφνήν· εὔχυμος δ’ οὐδ’ οὗτος, ὥσπερ οὐδὲ κακόχυμος, ἀλλ’ ἐν τῷ μεταξὺ τῶν εὐχύμων τε καὶ κακοχύμων ἐστί. τῶν γε μὴν εὐχυμοτάτων οἴνων καὶ ὁ Φαλερῖνός ἐστι, καὶ μᾶλλον ὁ γλυκύτερος. ἐκ ταὐτοῦ δὲ γένους τῷδε καὶ ὁ κιῤῥὸς Τιμωλίτης ὁ γλυκύς. ἔστι γὰρ καὶ τούτου τὸ ἕτερον εἶδος αὐστηρὸν, οὐχ ὁμοίως εὔχυμον, ὥσπερ οὐδ’ ἄλλος οὐδεὶς αὐστηρὸς ἱκανῶς, εἰ καὶ ῥώμην ἐντίθησιν ἐκλύτῳ στομάχῳ καὶ γαστρὶ, καὶ μάλιστα κατὰ δυσκρασίαν θερμὴν πεπονθόσιν. ἕνεκα γὰρ τούτου καὶ τοῦ συστῆσαι ῥεομένην γαστέρα χρώμεθα τοῖς αὐστηροῖς, οἴνοις, ἄλλως οὐκ ἂν χρησάμενοι

Work

Title: Galen: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 749-815

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_052.xml [135 Kb]