Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bonis Malisque Sucis (On Good and Bad Juices)

Kühn 1823

διὰ τὸ μήτ’ ἀναδόσει τροφῆς, μήθ’ αἱματώσει, μήτ’ εὐχυμίᾳ, μήτ’ οὔρων εὐροίᾳ, μήθ’ ἱδρώτων ἐκκρίσει, μήτε γαστρὸς ὑπαγωγῇ συντελεῖν αὐτούς. ἀλλ’ οὐ πρόκειται νῦν οὔτ’ ἀρετὰς οὔτε κακίας οἴνων πάσας διέρχεσθαι, καὶ μάλισθ’ ὅσοι διαφέρουσι νόσοις. ὅπερ οὖν πρόκειται, πάλιν ἀναληφθὲν ἐν κεφαλαίοις βραχέσιν εἰρήσεται. τοῖς χολωδεστέροις σώμασιν, εἴτε διὰ φυσικὴν δυσκρασίαν, εἴτε δι’ ἐπίκτητον ὁπωσοῦν γεγονυῖαν, οὔτε Φαλερῖνος, οὔτε Τμωλίτης κιῤῥὸς γλυκὺς, οὔτ’ Ἀριούσιος, οὔθ’ ὁ Λέσβιος ὁ εὐώδης τε καὶ κιῤῥὸς, ὅμοιος τοῖς προειρημένοις ὢν, ἐπιτήδειος πίνεσθαι· θερμοὶ γὰρ ἅπαντες οἱ τοιοῦτοι. μήτ’ οὖν χολώδεσι, μήτε τοῖς ἐξ ἐγκαύσεως, ἢ καμάτων πολλῶν, ἢ ἐνδείας, ἢ λύπης, ἢ ὥρᾳ, ἢ χώρᾳ καὶ καταστάσει θερμῇ, διδόναι τοιοῦτον οἶνον. ἐξ ὑπεναντίου μὲν οὖν ἀγαθὸς ἅπασι τοῖς θερμαίνεσθαι δεομένοις, φλεγματώδεσί τε καὶ ψυχραῖς κράσεσι, καὶ χυμῶν πλῆθος ὠμῶν ἠθροικόσιν, ἀργῶς βιοῦσιν ἐν χωρίῳ ψυχρῷ καὶ χειμῶνι καὶ καταστάσει ψυχρᾷ καὶ ὑγρᾷ. 

Work

Title: Galen: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 749-815

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_052.xml [135 Kb]