Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bonis Malisque Sucis (On Good and Bad Juices)

Kühn 1823

μίξιν πολλήν· διὸ καὶ πρὸς τῶν παλαιῶν ἰατρῶν ὀλιγοφόροι κέκληνται. καὶ μέντοι καὶ καθάπερ οἱ κιῤῥοὶ θερμοὶ τὴν δύναμιν ὄντες αὐτίκα πληροῦσι τὴν κεφαλὴν, οὕτως οἱ τοιοῦτοι πρὸς τῷ μηδέποτε βλάπτειν αὐτὴν ὠφελοῦσιν, ἐνίοτε παύοντες ὀδύνας μικράς τινας, ὅσαι διὰ τοὺς ἐν τῇ κοιλίᾳ χυμοὺς εἰώθασι γίγνεσθαι. τῆς γάρ τοι κεφαλῆς οὐ μόνον ὅταν αὕτη πάσχῃ τι πάθος ἴδιον ὀδυνωμένη, ἀλλὰ καὶ διὰ τὴν κοιλίαν ἀναπέμπουσαν ἀτμοὺς χυμῶν μοχθηρῶν, ἡ τοιαύτη κεφαλαλγία δι’ οἴνου πόσεως ὀλιγοφόρου ἰᾶται βραχεῖαν ἔχοντος στύψιν. ὅσοι γὰρ ἔκλυτοι παντάπασίν εἰσιν, ὥσπερ ὁ παρ’ ἡμῖν Τιβηνὸς, ἐν Ἰταλίᾳ δὲ τῶν Σαβίνων ἔνιοι, τοσούτῳ χείρους ὑπάρχουσι τῶν ἀτρέμα στυφόντων, ὅσῳ βελτίους εἰσὶν ὕδατος. εὕροις γὰρ ἄν ποτε καὶ δι’ ὕδατος πόσιν ἀλγοῦντας ἐνίους τὴν κεφαλὴν, καὶ μάλισθ’ ὅταν ᾖ μοχθηρὸν, ὡς αὐτοῦ τε διαφθειρομένου καὶ τὸν φυσικὸν τόνον ἐκλύοντος. τῆς δὲ γαστρὸς ἀτονησάσης ἰχῶρες χολώδεις εἰώθασιν συῤῥεῖν ἐκ τοῦ σώματος εἰς τὸ κύτος αὐτῆς, ὥσπερ τοῖς νηστεύσασιν, ὧν τῆς

Work

Title: Galen: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 749-815

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_052.xml [135 Kb]