Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bonis Malisque Sucis (On Good and Bad Juices)

Kühn 1823

παχὺν ἢ κολλώδη χυμὸν ἴσχεσθαι. διὰ τοῦτό γ’ ἔτι καὶ τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ὑγιεινὰ φάρμακα τῆς λεπτυνούσης ἅπαντά ἐστι δυνάμεως· καὶ ἀσφαλέστερα μὲν εἰς ὑγείας φυλακὴν ἡ τοιαύτη τῆς παχυνούσης, εὐεξίαν δὲ καὶ ῥώμην ἀδύνατος ἐργάζεσθαι. βούλονται δ’ ἔνιοι σφαλερῶς ὑγιαίνειν μᾶλλον εὐεκτοῦντες, ἢ βεβαίαν ὑγείαν κεκτῆσθαι διαπαντὸς ἰσχνοὶ καὶ ἀσθενεῖς ὄντες. ἀλλὰ τούτων αὐτῶν ὅσοι σὺν εὐεξίᾳ καὶ ῥώμῃ τὴν ὑγίειαν ἔχειν ἐθέλουσιν, ἔνιοι μὲν ἑαυτοῖς σχολάζουσιν, ἔνιοι δὲ στρατιωτικὸν ἐπανῄρηνται βίον, ἀναγκαζόμενοι καὶ νυκτὸς ἀναστῆναι, καὶ δι’ ὅλης ἡμέρας ἀναγκαίαις πράξεσι κάμνειν δουλεύοντες· ὧν τὸ πρὸ τοῦ βαλανείου γυμνάσιον, οἷς γε δὴ δυνατὸν, ἴσχειν, κᾀν τούτῳ τὸ καλούμενον ὑπὸ τῶν γυμναστικῶν ἀποθεραπευτικὸν, οἱ πολλοὶ δὲ δι’ ἀσχολίαν οὐδὲ τούτῳ χρῆσθαι δύνανται. τούτοις οὖν ὑγιαίνειν ἀδύνατον διαπαντὸς, κᾂν σωφρόνως διαιτῶνται. οἱ δὲ, ἐφ’ ὅσον ἐγχωρεῖ, τὰ δέοντα πράττοντες ὀλιγάκις νοσήσουσιν. ἅπτεσθαι μὲν οὖν αὐτοῖς

Work

Title: Galen: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 749-815

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_052.xml [135 Kb]