De Causis Morborum (Causes of Diseases)
Kühn 1824
τινος ἐμπεσόντος ἔξωθεν αὐτοῖς ἰσχυροῦ τε καὶ σκληροῦ σάματος.
ὅταν οὖν τῆς ἔξωθεν ἐπιφανείας τοῦ παθόντος οὕτω
μορίου συνεχοῦς ἔτι φυλαττομένης, ἐν τῷ βάθει γεννηθῶσι
πολλαὶ καὶ σμικραὶ διαιρέσεις, θλάσμα τε καὶ θλάσις ὀνομάζεται
τὸ νόσημα· κοιλότητος δέ τινος ἐμφαινομένης, ἣν
τὸ πλῆξαν ἐναπειργάσατο τῷ θλασθέντι, καλεῖται τὸ πάθος
ἔνθλασις. ἀνάγκη μὲν οὖν ἅπασα κατ’ αὐτὴν τὴν πληγὴν
εἰς ἑαυτὸ συνωθεῖσθαι καὶ κοῖλον γίγνεσθαι τὸ θλώμενον,
ἢ οὐκ ἂν ἐνθλασθείη. διασώζεσθαι δὲ τὴν κοιλότητα
τοῦ δρῶντος ἀπελθόντος οὐκ ἔτ’ ἀναγκαῖον. ἐπανέρχεται
μὲν ὡς τὸ πολὺ τὰ μαλακὰ σύμπαντα, χωρισθέντος τοῦ πλήξαντος,
εἰς τὴν ἀρχαίαν κατάστασιν. εἰ δὲ μὴ μόνον εἴσω
χωρήσειε τὸ τῆς κεφαλῆς ὀστοῦν, ἀλλὰ καὶ ῥῆξίς τις αὐτῷ
προσγένοιτο κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, σύνθετον ἤδη τὸ
τοιοῦτον, καὶ οὐδὲν ὄνομα κατ’ αὐτοῦ κείμενον ἔχομεν εἰπεῖν
παλαιόν. ἀλλὰ χρὴ λόγῳ δηλοῦν αὐτὸ μᾶλλον ἤπερ ὀνόμασιν
ἐσχάτως χρῆσθαι βαρβάροις, οἷα πολλὰ τοῖς νεωτέροις
ἰατροῖς ἐξεύρηται. συνεχείας δ’ ἐστὶ λύσις καὶ τὸ ῥῆγμα
Work
Title: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 1-41
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_056.xml [81 Kb]