Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Morborum (Causes of Diseases)

Kühn 1824

αἴτιον· εἰ δὲ τῆς παρὰ φύσιν, εἴη ἂν καὶ ἡ τῆς ὕλης ποιότης παρὰ φύσιν. ἔῤῥωται δ’ ἐν ἀμφοῖν ἡ δύναμις, ἢ οὐκ ἂν οὔτε διέπλαττε τὸ χρηστὸν οὔτ’ ἀπέτριβε τὸ μοχθηρόν. διαπλάττει μὲν οὖν ἐν ταῖς κυήσεσιν, ἐπειδὰν ἑξαδάκτυλον ἤ τι τοιοῦτον ἕτερον ἀπεργάσηται· κᾀν τοῖς ἤδη τελείοις, ἐπειδὰν ἐπιτρέφῃ σάρκας ἰσχυρὰς τοῖς ἡλκωμένοις μορίοις, ὡς πτερύγιον τοῖς ὀφθαλμοῖς. ἀποτίθεται δὲ τὸ περιττὸν ἐν γαγγλίοις τε καὶ μελικηρίσι καὶ στεατώμασι καὶ ἀθερώμασι καὶ τοῖς τοιούτοις ἅπασι.

Καὶ μὲν δὴ καὶ τὸ μέγεθος τῶν μορίων αὐξάνεται μὲν ὑπό τε πλήθους ὕλης χρηστῆς καὶ δυνάμεως ἐῤῥωμένης, μειοῦται δὲ ὑπὸ τῶν ἐναντίων, κᾀπειδὰν ἤτοι τομή τις, ἢ καῦσις, ἢ σῆψις, ἢ νέκρωσις ἐκ καταψύξεως ἀμέτρου διαφθείρῃ τινὸς ὀργάνου μόριον, ὡς εἶναι τὸ λειπόμενον αὐτοῦ κολοβόν.

Τὰ δ’ ἐν τῷ τῆς θέσεως γένει νοσήματα τινὰ μὲν ἐξαιφνιδίους τε καὶ σφοδρὰς ἔχει προηγουμένας κινήσεις, 

Work

Title: Galen: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 1-41

Publisher: Cnobloch, Leipzig

Download