De Causis Morborum (Causes of Diseases)
Kühn 1824
τὸ κατὰ φύσιν θερμὸν αἱ ἀρτηρίαι σφύζουσιν· ἐν δὲ τῷ
περὶ χρείας ἀναπνοῆς, ὅτι καὶ ἥδε τὴν ἐν τῇ καρδίᾳ θερμότητα
φυλάττει σύμμετρον. ὥσπερ οὖν εἰ τὰς ἐκτὸς ταύτας
φλόγας ἀποστερήσαις τῆς πρὸς τὸ περιέχον κοινωνίας, ἢ πνιγέαν
περιθεὶς αὐταῖς, ἢ σικύαν, ἤ τι τοιοῦτο ἄλλο, διαφθερεῖς
παραχρῆμα, κατὰ τὸν αὐτὸν τρόπον, εἰ καὶ τὴν ἐν τοῖς
ζώοις θερμότητα καθείρξαις τε καὶ κατακλείσαις, ὡς μηδαμῆ
κοινωνεῖν τῷ πέριξ ἀέρι, διαφθερεῖς ἐν τάχει. ἡ μὲν οὖν ἐν
τῇ καρδίᾳ θερμασία διὰ τοῦ τῆς φάρυγγος πόρου κοινωνεῖ τῷ
περιέχοντι, καὶ εἰ τοῦτον στεγνώσαις, καταπνίξεις τε αὐτὴν
αὐτίκα καὶ διαφθερεῖς τὸ ζῶον. ἡ δ’ ἐν ταῖς καθ’ ὅλον
τὸν ὄγκον τοῦ σώματος ἀρτηρίαις θερμασία διά τε τῆς
καρδίας αὐτῆς, καθ’ ὃ κοινωνεῖ τῇ φάρυγγι, καὶ διὰ
παντὸς τοῦ δέρματος ἐς τὸ περιέχον ἀναπνεῖ, ῥιπιζομένη
μὲν ἐν ταῖς διαστολαῖς, ἀποχέουσα δὲ τὸ αἰθαλῶδες
ἐν ταῖς συστολαῖς, ὑφ’ ὧν ἀμφοτέρων ἡ κατὰ φύσιν αὐτῆς
συμμετρία διασώζεται. καὶ δὴ καὶ στεγνωθεισῶν τῶν
Work
Title: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 1-41
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_056.xml [81 Kb]