Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Morborum (Causes of Diseases)

Kühn 1824

ἀρτηριῶν ἤτοι, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφαμεν, ὑπὸ πλήθους αἵματος, ἢ τινῶν ἐμφραγμάτων ἐν τοῖς στόμασιν αὐτῶν γενομένων, ὡς μηδαμῆ διαπνεῖσθαι, σβεσθῆναι μὲν ἀνάγκη τὸ θερμὸν, νεκρωθῆναι δὲ τὸ διατεθὲν οὕτω σῶμα. μετρίας μέντοι τῆς στεγνώσεως γενομένης, οὐκ ἔτι ἐξ ἀνάγκης συστήσεται πάθημα τοιοῦτον περὶ τὴν ἔμφυτον θερμασίαν. ἀλλ’ εἰ μὲν οἷον αἰθαλῶδές τι καὶ καπνῶδες εἴη, τηνικαῦτα τὸ κατὰ τὸ τοῦ ζώου σῶμα περίττωμα γενόμενον ἕτερον ἔσται πάθημα τῆς ἐμφύτου θερμασίας· εἰ δ’ ἀτμίζον ᾖ μόνον ἡδὺ καὶ χρηστὸν, ἕτερον. ἑκάτερον δ’ αὐτῶν διττὸν, ὡδί πως διαφέρον. ὅταν γὰρ αἷμα χρηστὸν ἀκριβῶς ᾖ κατὰ τὸ σῶμα, μηδενὶ περιττώματι μοχθηρῷ τεθολωμένον, ἀτμὸς ἐξ αὐτοῦ θερμαινομένου χρηστὸς ἐγείρεται, μηδὲν ἐπιφερόμενος ἅμ’ ἑαυτῷ πυρῶδες ἢ δριμύ. τὸ μὲν δὴ τοιοῦτον σῶμα μετρίως στεγνωθὲν ἢ πληθωρικὸν ἐν τάχει γένοιτ’ ἂν, ἢ θερμότερον τοῦ κατὰ φύσιν· ἀταλαιπώρως μὲν διαιτωμένοις πληθωρικὸν, ἔνδον μενόντων ὧν ἐχρῆν πονουμένων ἐκκενοῦσθαι· διαπονοῦσι δὲ θερμότερον, ὡς ἂν ἐκ μὲν τῆς

Work

Title: Galen: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 1-41

Publisher: Cnobloch, Leipzig

Download