Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Morborum (Causes of Diseases)

Kühn 1824

κινήσεως αὐξανομένης τῆς ἐμφύτου θερμασίας, μὴ διαπνεομένης δὲ τῷ πεπυκνῶσθαι τὸ σῶμα. κατὰ δὲ τὸ καπνῶδες ὑποτρέφον περίττωμα σῶμα στεγνωθὲν ἤτοι πυρετὸς ἐξαφθήσεται, κατακλεισθείσης ἔνδον τῆς λιγνυώδους ἀναθυμιάσεως, ἢ καταπνιγήσεται καὶ σβεσθήσεται τὸ ἔμφυτον θερμόν. ἑκάτερον δ’ αὐτῶν ἀκολουθήσει τῷ τε πλήθει τοῦ περιττώματος καὶ τῷ ποσῷ τῆς στεγνώσεως. εἰ μὲν γὰρ τὸ καπνῶδες περίττωμα τὸ δεόμενον τῆς κενώσεως εἴη πάμπολυ καὶ ἡ στέγνωσις σφοδρὰ, κίνδυνος ἀποσβεσθῆναι καταπνιγεῖσαν ὑπὸ τοῦ περιττώματος τὴν ἔμφυτον θερμασίαν· εἰ δ’ ὀλίγον τε εἴη τὸ περίττωμα καὶ ἡ στέγνωσις βραχεῖα, πυρετὸς ἀναφθήσεται. δῆλον οὖν ὡς καὶ τὰς φυσικὰς ἐπίστασθαι χρὴ καὶ τὰς ἐπικτήτους διαθέσεις τοῦ σώματος, ἐν αἷς ἤτοι λιγνυῶδες, ἢ καπνῶδες, ἢ ἀτμῶδές ἐστι τὸ διαπνεόμενον. ἀλλὰ τοῦτο μὲν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου λεχθήσεται πραγματείᾳ· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν. ὥσπερ γὰρ ἡ στέγνωσις ψύξεως αἰτία πολλάκις γίγνεται καθ’ ὃν εἴρηται τρόπον, οὕτω καὶ ἡ μάνωσις, ὅταν

Work

Title: Galen: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 1-41

Publisher: Cnobloch, Leipzig

Download