De Causis Morborum (Causes of Diseases)
Kühn 1824
Περὶ μὲν δὴ τῶν θερμῶν τε καὶ ψυχρῶν νοσημάτων αὐτάρκως εἴρηται· περὶ δὲ τῶν ξηρῶν ἐφεξῆς λεγέσθω. εἰ δέ τις διαπονοίη μὲν πλείω καὶ διαπνοίη, τρέφοιτο δὲ ἐλάττω, καὶ ταῦτα ξηρότερα τὴν δύναμιν, ξηρότερος ὢν τὴν κρᾶσιν, εἰς ξηρὸν ῥᾳδίως ὑπαχθήσεται νόσημα, καὶ μάλιστα εἰ φροντίσειεν, ἢ ἀγρυπνήσειε πλείω. καὶ μὴν καὶ αἱ τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσεις αἱ ξηραὶ ξηραίνουσι δηλονότι καὶ αὐτὰ τὰ τῶν ζώων σώματα, καὶ νῆξις ἐν ὕδατι νιτρώδει τε καὶ θειώδει καὶ στυπτηριώδει καὶ ἀσφαλτώδει καί τινος ἑτέρου τοιαύτης ποιότητος μετέχοντι. καὶ μέν γε καὶ ὅσα τῶν φαρμάκων ξηρὰ τὴν δύναμίν ἐστιν, εἴτ’ ἔσωθεν, εἴτ’ ἔξωθεν προσφέροιτο, ξηραίνει καὶ ταῦτα. εἴρηται δὲ ὑπὲρ αὐτῶν ἐπιπλέον ἐν τοῖς περὶ φαρμάκων.
Αὗται μὲν καὶ αἱ τῶν ξηρῶν νοσημάτων αἰτίαι. τῶν δ’ ὑγρῶν αἱ ἐναντίαι σύμπασαι, ἐδεσμάτων μὲν ὑγροτέρων τὴν δύναμιν ἀφθονία, καὶ πλείω τὰ πώματα, καὶ σύμπασα ἡ ἁβροτέρα δίαιτα, καὶ ἡ θυμηδία, καὶ λουτρὰ
Work
Title: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 1-41
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_056.xml [81 Kb]