Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Morborum (Causes of Diseases)

Kühn 1824

τὸ φλέγμα· καὶ ὡς ἐνίοτε μὲν εἰλικρινὴς ἐπιῤῥεῖ τούτων ἕκαστος τῶν χυμῶν, ἐνίοτε δ’ ἀλλήλοις ἐπιμίγνυνται· καὶ ὡς αἱ τῶν οἰδούντων τε καὶ σκιῤῥουμένων καὶ φλεγμαινόντων μορίων διαθέσεις ἐντεῦθεν ἐπὶ πλεῖστον ποικίλλονται. καὶ γὰρ οὖν καὶ ἄνθρακες καὶ καρκῖνοι καὶ ἕρπητες ἐρυσιπέλατά τε καὶ γάγγραιναι καὶ φύγεθλα καὶ φαγέδαιναι καὶ σατυριάσεις ἐκ τούτου τοῦ γένους εἰσί. καὶ μὴν καὶ ἄλφοι καὶ ἀθερώματα καὶ ὀχῶρες καὶ μελικηρίδες καὶ γαγγλία καὶ στεατώματα ῥευμάτων εἰσὶν ἔγγονα νοσήματα. διαφέρει δ’ ἀλλήλων ταῦτα καὶ ἄλλα σύμπαντα τὰ προειρημένα τῷ τὰ μὲν ἐκ φλέγματος γίγνεσθαι μόνου, τὰ δὲ ἐξ αἵματος, τὰ δὲ ἐκ τῆς ξανθῆς χολῆς, τὰ δὲ ἐκ τῆς μελαίνης, τὰ δὲ ἐξ ἄλλου τινὸς χυμοῦ οὐ τελέως παρὰ φύσιν. ἀλλὰ καὶ οὗτος ὅστις ἂν ᾖ, πάντως ἔκ τινος τῶν προειρημένων ἐστὶ γενῶν· οὐ γὰρ ἐνδέχεται μὴ οὐχὶ θερμὸν εἶναι καὶ ξηρὸν αὐτὸν, ἢ θερμὸν καὶ ὑγρὸν, ἢ ψυχρὸν καὶ ξηρὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν, ἀλλ’ ὅσον ἐπὶ πλεῖστον ἥκει πάχους καὶ ψύξεως, ἐκπίπτει μὲν τοῦ κατὰ φύσιν φλέγματος τῆς ἰδέας, ἕτερος δὲ εἶναι δοκεῖ χυμὸς

Work

Title: Galen: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 1-41

Publisher: Cnobloch, Leipzig

Download