Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Morborum (Causes of Diseases)

Kühn 1824

φυσικὰς δυνάμεις, ὑπὲρ ὧν ἡμεῖς ἐν ἑτέροις ὑπομνήμασι διήλθομεν, ἀκριβῶς ἠδυνήθησαν ἀποδεῖξαι πόσαι τέ εἰσι καὶ τίνες ὁποῖόν τέ τί ἐστι τὸ ἑκάστου αὐτῶν ἔργον. ἀλλὰ νῦν γε χαλεπὸν οὐδέν ἐστι περὶ τούτων ἁπάντων διελθεῖν, ὑποθέσεσιν εἰς αὐτὰ χρησάμενον τοῖς δι’ ἐκείνων ἀποδεδειγμένοις. οὐσῶν δὲ τεττάρων δυνάμεων, ὧν ἅπαν μετέχει μόριον καὶ ζώου καὶ φυτοῦ, καὶ τῆς μὲν ἑλκούσης τὸ οἰκεῖον, τῆς δὲ ἀλλοιούσης, τῆς δὲ ἀποκρινούσης τὸ περιττὸν, ὄντος δὲ τοῦ περιττοῦ διττοῦ κατὰ γένος· ἢ γὰρ τῷ ποσῷ περιττόν ἐστιν ἢ τῷ ποιῷ· καὶ τοίνυν καὶ τῶν τοῦ σώματος μορίων οὐκ ἴσην ἁπάντων ἐχόντων τὴν ῥώμην, ἀλλὰ τῶν κυριωτέρων εὐθὺς ἐξ ἀρχῆς ὑπὸ τῆς φύσεως ῥωμαλεωτέρων ἀποτελεσθέντων, εὔλογον ἐν τοῖς ἀκαθάρτοις τε καὶ περιττωματικοῖς σώμασιν ἐπιῤῥεῖν τι τοῖς ἀκυρωτέροις μορίοις. ἅτε γὰρ ἐξ ἁπάντων τῶν ἰσχυροτέρων μορίων ἐλαυνόμενον τὸ περίττωμα, καὶ μηδαμόθι στῆναι δυνάμενον, εἰς τὸ πάντων ἀσθενέστατον ἀφικνεῖται μόριον. ἄλλο δὲ δι’ ἄλλο τοιοῦτόν

Work

Title: Galen: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 1-41

Publisher: Cnobloch, Leipzig

Download