Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Morborum (Causes of Diseases)

Kühn 1824

σπέρματος κινήσεσιν ἐμποδὼν γιγνομένης· δευτέρα δὲ ἥ τε κατὰ τὴν ἀποκύησιν αὐτὴν κᾀν τῷ σπαργανοῦσθαι πλημμέλεια. μαλακὰ γὰρ ἔτι καὶ ὀλίγου δεῖν ῥυτὰ τὰ τῶν νεογνῶν παιδίων ὑπάρχοντα σώματα ῥᾳδίως ἐκστρέφεται, δεχομένων τε τῶν μαιῶν αὐτὰ κατὰ τὴν ἀποκύησιν οὐκ ὀρθῶς, ἐνειλιττουσῶν τε τοῖς σπαργάνοις ἔστιν ὅτε μὴ δεόντως, εἶτ’ αὖθις τῶν τροφῶν ἀναιρουμένων τε καὶ ἀποτιθεμένων οὐ κατὰ τρόπον ἔν τε τῷ γάλα παρέχειν καὶ ἐν τῷ λούειν καὶ σπαργανοῦν. ἐν ἅπασι γὰρ τοῖς τοιούτοις εἰ μή τις ἐπιτηδείως μεταχειρίζοιτο, ῥᾳδίως ἐκστρέφεται καὶ διαφθείρεται τὸ κατὰ φύσιν ἑκάστου τῶν μελῶν σχῆμα. καὶ μὲν δὴ κᾀν τῇ μετὰ ταῦτα ἀνατροφῇ συμπάσῃ τὰ μὲν ὑπὸ πλησμονῆς ἀμέτρου, τὰ δ’ ὑπὸ κινήσεως πλημμελοῦς ἢ πρωϊαίτερον τοῦ δέοντος ἵστασθαί τε καὶ βαδίζειν ἐπιτραπέντος αὐτοῖς ἢ σφοδρότερον κινεῖσθαι, πολλὰ τῶν μελῶν διαστρέφεσθαι συμβαίνει, τῶν μὲν πλησμονῶν τὰς φυσικὰς ἐνεργείας ἐμποδιζουσῶν, τῶν δ’ ἀκαίρων ἢ σφοδρῶν κινήσεων κλονουσῶν τε καὶ περιαγουσῶν ἐφ’ ἃ μὴ χρὴ τὰ κῶλα.

Work

Title: Galen: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 1-41

Publisher: Cnobloch, Leipzig

Download