Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Morborum (Causes of Diseases)

Kühn 1824

τὰ μὲν γὰρ σκέλη κᾀξ αὐτοῦ τοῦ βάρους τῶν ὑπερκειμένων σωμάτων ἢ πρὸς τοὐκτὸς ἢ πρὸς τὸ ἐντὸς διαστρέφεται κατὰ τὴν ἀρχαίαν τῆς κνήμης ῥοπήν. οἷς μὲν γὰρ ὀρθότερα τοῦ δέοντός ἐστι φύσει, βλαισοῦται μᾶλλον· οἷς δὲ κοιλότερα, ῥαιβοῦται. καλῶ δὲ βλαισὸν μὲν τὸ ἐπὶ τὰ ἐκτὸς ῥέπον, ῥαιβὸν δὲ τὸ ἐπὶ τἀναντία. καὶ κατὰ τὸν θώρακα δὲ μέλη διαστρέφεται πολλάκις ὑπὸ τῶν σφιγγουσῶν τροφῶν αὐτὰ κακῶς ἔξωθεν ἐν τῇ πρώτῃ ἀνατροφῇ. καὶ μάλιστα παρ’ ἡμῖν ἔστι τὸ τοιοῦτον ἰδεῖν συνεχῶς γιγνόμενον ἐπὶ τῶν παρθένων. αὐξάνεσθαι γὰρ αὐτῶν αἱ τροφοὶ βουλόμεναι τὰ κατ’ ἰσχία τε καὶ λαγόνας, ὡς πολλῷ μείζω γίγνοιτο τῶν κατὰ θώρακα, ταινίαις τισὶν ὅλον ἐν κύκλῳ περιλαμβάνουσιν ἰσχυρῶς σφίγγουσαι τὰ κατ’ ὠμοπλάτας τε καὶ θώρακα μόρια σύμπαντα, κᾀν τούτῳ πολλάκις ἀνίσου γιγνομένης τῆς τάσεως, ἢ προπετὲς εἰς τὸ ἔμπροσθεν ἀπέφηναν τὸ στῆθος, ἢ τὰ ἀντικείμενα τὰ κατὰ ῥάχιν κυρτά. συμβαίνει δὲ ἐνίοτε καὶ ὥσπερ διακεκλασμένον καὶ παρηγμένον εἰς τὰ πλάγια γίγνεσθαι τὸ μετάφρενον, ὡς τὴν μὲν ἑτέραν ὠμοπλάτην

Work

Title: Galen: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 1-41

Publisher: Cnobloch, Leipzig

Download