De Causis Morborum (Causes of Diseases)
Kühn 1824
τοῖς ὁμοιομερέσι σώμασι νοσημάτων, ὅσοι συγκεῖσθαι νομίζουσιν
ἐξ ὄγκων καὶ πόρων αὐτά. ἐμοὶ δὲ περιττὸν ἐδόκει
μνημονεύειν καὶ τούτων ἰδίᾳ, ψευδοῦς ὅλης τῆς ὑποθέσεως
αὐτῶν οὔσης. ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, εἴπωμέν
τε τῶν ὑπολοίπων νοσημάτων τὰς αἰτίας, ἀπὸ τοῦ κατὰ
τὴν διάπλασιν αὖθις ὑπαρξάμενοι γένους. ὑπελείπετο δὲ ἐν
αὐτῷ διττὴ νοσημάτων γένεσις, ἤτοι τραχυνομένων παρὰ φύσιν,
ἢ λειαινομένων τῶν ὀργάνων. τραχύνεται δὴ τὰ πρότερον
λεῖα, καὶ λεῖα γίγνεται τὰ πρότερον τραχέα, τὰ μὲν
ὑπὸ δριμύτητος χυμῶν ἢ φαρμάκων ῥυπτόμενα, τὰ δ’ ὑπὸ
λιπαρᾶς ὑγρότητος ἢ γλίσχρου χυμοῦ τεγγόμενα. καὶ μάλιστα
ἐν ὀστοῖς ἐναργῶς φαίνεται ταῦτα γινόμενα, ποτὲ μὲν
ὑπ’ αὐτῶν τῶν ἰατρῶν οὐ δεόντως ἰωμένων, ἔστιν ὅτε δὲ
κᾀξ αὐτῆς τῶν ἐν τοῖς ζώοις ὑγρῶν ὁρμᾶται τῆς φύσεως.
ὀφθαλμοῖς δὲ καὶ φάρυγγι τραχύτητες οὐκ ἐκ τούτων μόνον,
ἀλλὰ καὶ ἐξ ἀτμῶν δριμέων, ἢ κονιορτοῦ καὶ καπνοῦ προσγίνονται,
καθάπερ, οἶμαι, καὶ στομάχῳ καὶ γαστρὶ
καὶ ἐντέροις ἔκ τε τῶν ἐν αὐτῷ τῷ σώματι γεννωμένων
Work
Title: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 1-41
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_056.xml [81 Kb]