Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Morborum (Causes of Diseases)

Kühn 1824

εἴη καὶ μὴ σφοδρὸν καὶ τῆς τοῦ γυμναζομένου φύσεως ἀσθενέστερον, οὐκ ἄν ποτε κόπον ἐργάσεται, κόπος δ’ ἀνάψει πυρετὸν, κᾂν βραχὺς, κᾂν ὀλιγοχρόνιος ᾖ, κᾂν τῆς τοῦ πάσχοντος σώματος ἰσχύος ἀσθενέστερος. ἀλλὰ τοῦτό γε κᾀπὶ τοῦ πάντων δραστικωτάτου πυρὸς ἰδεῖν ἔστιν, ὡς οὔτε τοὺς κατεψυγμένους ἐκθερμαίνει χωρὶς χρόνου καὶ ῥώμης· ἥκοντες γὰρ ἐκ κρύους ἐνίοτε διὰ μεγίστης φλογὸς τὰς χεῖρας διαφέρομεν ἀλύπως· οὔτε μὴν πᾶσαν ὕλην ἑτοίμως ἐξάπτει. κάλαμοι μὲν γὰρ οἱ ξηροὶ κατὰ τὴν πρώτην εὐθὺς ὁμιλίαν ἀνάπτονται, ξύλα δ’ ὑγρὰ καὶ χλωρὰ χρόνου τε δεῖται μακροῦ καὶ φλογὸς ἰσχυρᾶς, ἵν’ ἐξαφθῇ. πῶς οὖν ἐπὶ τοῦ πυρὸς οὐδὲν τούτων θαυμάζων ἐπὶ τοῦ κόπου θαυμάζεις, εἰ καὶ μεγέθους δεῖται καὶ χρόνου καὶ τοῦ σώματος ἐπιτηδείως ἔχοντος ἐξάπτεσθαι; ἄμεινον δ’ ἦν σε μὴ τοῦτο θαυμάζειν, ἀλλ’ ἐπισκέψασθαι ποῖον ζώου σῶμα ῥᾳδίως ἐκθερμαίνεσθαι πέφυκε καὶ ποῖον δυσχερῶς. ἀλλὰ τοῦτο μὲν ἐφεξῆς ἀκούσῃ. ἐν δέ γε τῷ παρόντι μηδὲν εἶναί σοι φαινέσθω θαυμαστὸν, εἰ καὶ χρόνου δεῖται καὶ μεγέθους τὸ

Work

Title: Galen: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 1-41

Publisher: Cnobloch, Leipzig

Download