Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

ὅτι δὲ καὶ περὶ τὸ μνημονευτικὸν τῆς ψυχῆς γίνεται συμπτώματα καὶ νοσοῦσιν ἔτι καὶ ἤδη πεπαυμένοις τῶν νοσημάτων, τοῦτο μὲν καὶ παρὰ Θουκυδίδου μαθεῖν ἔνεστιν ἐνίους τῶν διασωθέντων ἐκ τοῦ λοιμοῦ μέχρι τοσούτου τῶν ἔμπροσθεν ἁπάντων ἐπιλαθέσθαι λέγοντος, ὡς μὴ μόνον τοὺς ἰδίους, ἀλλὰ καὶ σφᾶς αὑτοὺς ἀγνοῆσαι.

Ἀλλὰ γὰρ ἐπειδὴ καὶ τὰ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ εἴρηται συμπτώματα, μεταβαίνειν καιρὸς ἤδη ἐπὶ θάτερον γένος τῶν ἐνεργειῶν, ἃς ὀνομάζουσι φυσικάς. ἔσται δὴ κᾀνταῦθα καθ’ ἑκάστην αὐτῶν ἢ μὴ γινομένην ἢ κακῶς γινομένην συμπτώματα τούτου μὲν γένους εἰσὶ τῶν συμπτωμάτων κατὰ μὲν δὴ τὴν ὄρεξιν ἀνορεξίαι τε καὶ δυσορεξίαι καὶ ἄμετροι σιτίων ἐπιθυμίαι· κατὰ δ’ αὖ τὴν πέψιν ἀπεψίαι τε καὶ βραδυπεψίαι καὶ δυσπεψίαι. καὶ μὲν δὴ καὶ περὶ τὴν ἀνάδοσιν ὡσαύτως, καὶ περὶ τὴν τοῦ αἵματος γένεσιν, ἢ μὴ γιγνομένην ἢ κακῶς γιγνομένην, συμπτώματα ἔσται. τούτου τοῦ γένους εἰσὶ τῶν συμπτωμάτων καὶ οἱ ὕδεροι. καὶ μέν γε κατὰ τὴν τῆς θρέψεως ἐνέργειαν

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download