De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
κεφαλῆς, ὡς ἐν κατάῤῥοις· ἤτοι κατὰ τὰς τραχείας ἀρτηρίας
ἀθροιζόμενον, ὡς ἐν περιπνευμονίαις τε καὶ πλευρίτισι
καὶ ταῖς τῶν κυρτῶν τοῦ ἥπατος φλεγμοναῖς, ἢ ταῖς τῆς φάρυγγος
τραχύτησιν. ἔξωθεν δὲ τούτων ἐστὶν ἀνάλογον τοῖς
ἀπὸ κεφαλῆς κατάῤῥοῖς, ὅσα πινόντων τε καὶ ἐσθιόντων παρεμπίπτει.
γένος δέ ἐστι καὶ ἄλλό τι βηχὸς ἐπὶ δυσκρασίᾳ
τῶν ὀργάνων τῆς ἀναπνοῆς, ὃ κατενόησαν μὲν οὐχ ἥκιστα
καὶ τῶν ἀπὸ τῆς πνευματικῆς αἱρέσεως ἀνδρῶν οἱ δοκιμώτατοι,
ὧν ἐστι καὶ Ἀθήναιος· τὴν μέν τοι ἀνάγκην, δι’ ἣν
ἐπιγίνεται βὴξ διὰ δυσκρασίαν, τινὲς μὲν αὐτῶν οὐδ’ ἐπεχείρησαν
ὅλως εἰπεῖν, ἔνιοι δὲ προσπταίειν ἑαυτῷ φασι τὸ
πνεῦμα, τινὲς δ’ ἀσαφέστερον ἔτι τούτου ῥῆμα φθεγξάμενοι
νομίζουσιν εἰρηκέναι τι. χρὴ δ’ οὐχ ὅτι τὴν αἰτίαν ἀγνοοῦσι
μέμφεσθαι τοῖς ἀνδράσιν, ἀλλ’ ὅτι καλὸν ἐξεῦρον θεώρημα
καὶ ἄξιον τῆς ἑαυτῶν φιλοπονίας, ἐπαινεῖν. γίγνεται μὲν
οὖν ἡ βὴξ αὕτη ψυχθέντων τῶν ἀναπνευστικῶν μορίων, καὶ
οὐδὲν ἀναπτύουσι μὲν οὗτοι κατ’ αὐτὴν, οὐδὲ ὅλως γίγνεται
βίαιος, ἀλλ’ οὕτω σμικρά τε καὶ ἀβίαστος, ὥστε καὶ
κατασχεῖν οἷόν τε καὶ κωλύσαι τὴν γένεσιν αὐτῆς ἢ ἐπιπλεῖστον
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]