De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
διὰ τὴν ἡσυχίαν τῶν τοιούτων κινήσεων· καὶ τοῦτ’ ἀδίδακτον
ἔχει καὶ τὰ σμικρότατα τῶν παιδίων. ἀλλ’ εἰς τὴν τοιαύτην
κίνησιν ἡ φύσις ἐξορμᾷ τὰ ζῶα διαπνοὴν τοῖς ἀτμώδεσι περιττώμασι
μηχανωμένη. ταύτης δ’ ἕτερον εἶδος αἰσθήσεώς ἐστιν
ἀνιαρᾶς, τὸ κατὰ τὰς κοπώδεις διαθέσεις, εἴτ’ οὖν ἐπὶ πόνοις
πλείοσιν, εἴτε καὶ αὐτόματοι συνίστανται. τριττὴ μὲν
οὖν ἐστιν ἡ ἐν τοῖς κόποις αἴσθησις, ἤτοι τεθλάσθαι τε καὶ
συγκεκόφθαι δοκούντων, ἢ τείνεσθαι πάντῃ τὸν ὄγκον τοῦ
σώματος, ἢ οἷον ἕλκη πολλὰ διεσκεδασμένα δοκούντων ἔχειν,
ἐπειδὰν κινῶνται. τὸ μὲν οὖν τείνεσθαι τὸν ὄγκον, ὅταν γε
γυμνασίων χωρὶς οὕτω πάσχωσιν, ὄνομα μὲν ἔχει κόπον αὐτόματον
τονώδη· γίγνεται δ’ ἐπὶ πλήθει μάλιστα διατείνοντί
τε τὰ περιέχοντα καὶ μὴ στεγομένῳ πρὸς αὐτῶν· ὅταν δὲ
ἑλκώδης αὐτοῖς αἴσθησις διατρέχῃ, γίνεται μὲν καὶ τοῦτο κινουμένοις
μᾶλλον ἤπερ ἡσυχάζουσι, πλὴν εἰ μὴ πάνυ μέγας
ὁ κόπος ὑπάρχει. νύττεσθαι δὲ ὥσπερ ὑπὸ ἀκανθῶν πολλῶν
ἐμπεπηγυιῶν αὐτοῖς δοκοῦσι, δακνώδους γὰρ ὑγρότητος ἐργαζομένης
τὸ σύμπτωμα. ὁ δὲ τρίτος κόπος, ἐν ᾧ φασιν
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]