De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
τῆς κόρης. εἰ μὲν γὰρ ἔλαττον γένοιτο, καὶ τὸ ὑδατῶδες
ὑγρὸν ἐπὶ μὲν τοιούτων ἐμειώθη· μένοντος δὲ ἴσου,
μόνου τοῦ κερατοειδοῦς τὸ πάθημά ἐστιν. ἀλλὰ τῶν μὲν
τούτων διορισμῶν οὐδὲν ἡ νῦν ἐνεστῶσα δεῖται πραγματεία.
τὰ δὲ τοῦ κερατοειδοῦς χιτῶνος γινόμενα νοσήματα
μεγάλα παντελῶς ἐμποδίζει τὰς ὄψεις, καὶ μάλιστα ὅταν
ἤτοι φλεγμαίνων, ἢ ἐκπυϊσκόμενος, ἢ σκιῤῥούμενος, ἤ τι
τοιοῦτον ἕτερον πάσχων, ὡς ὀργανικὸν μόριον, ὑγρὰ νοσήματα
πάσχῃ. τοιαῦτα μὲν δή τινα καὶ τοσαῦτα τὰ
τοῦ κερατοειδοῦς ἐστι νοσήματα βλάπτοντα τὴν ὄψιν.
ὁ δὲ ἐπιπεφυκὼς ὑμὴν φλεγμαίνων μὲν κατὰ συμβεβηκὸς
ἐμποδίζει τὴν ὀπτικὴν ἐνέργειαν· ἐν δὲ ταῖς καλουμέναις
χημώσεσι καὶ προσέτι τοῖς πτερυγίοις οὐ κατὰ
συμβεβηκὸς, ἀλλ’ ἤδη καὶ πρώτως ἐπισκοτεῖ τῇ κόρῃ.
κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ τῶν βλεφάρων μεγάλαι
φλεγμοναὶ, καὶ εἴ τινες ἐπ’ αὐτῶν ἔφυσαν ὄγκοι παρὰ
φύσιν εἰς τοσοῦτον μεγέθους ἥκοντες, ὡς ἐπισκοτεῖν τῇ
κόρῃ. ταυτὶ μὲν οὖν ἅπαντα τοῦ μὴ βλέπειν ἢ τοῦ
φαύλως βλέπειν ἐστὶν αἰτία.
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]