De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
γένους ἐστὶ καὶ ἡ περὶ τὸν ἔνδοθεν αὐτῆς ὑμένα γιγνομένη
φλεγμονὴ, καὶ μὲν δὴ καὶ ὅσα κατά τινα τῶν ἠθμοειδῶν
ὀστῶν ἤτοι τὰς ταύτῃ μήνιγγας, ἢ αὐτὰς τῶν ὀστῶν τὰς
διατρήσεις ἐμφράττει, καὶ ταυτὶ βλάπτει τὴν ὀσφρητικὴν
αἴσθησιν· ἔτι δὲ ἂν μᾶλλον, εἰ κατὰ τὰς ἀποφύσεις γένοιτο
τοῦ ἐγκεφάλου τὰς εἰς ταῦτα τὰ μόρια καθηκούσας.
ἐν μέν τοι κατάῤῥοις τε καὶ κορύζαις καὶ ὅλως
ἐν ὅσοις ὑπ’ ἐκκαύσεως ἢ ψύξεως ἢ ὑγρότητος ἐπληρώθησαν
αἱ ἐμπρόσθιαι κοιλίαι τοῦ ἐγκεφάλου, οὐ μόνον ἔμφραξις
γίγνεται τῶν ἐνταῦθα χωρίων, ἀλλὰ καὶ τοῦ πνεύματος
αὐτοῦ τοῦ κατὰ τὰς κοιλίας, ἔτι τε τοῦ περιέχοντος
ἐγκεφάλου δυσκρασία τις ἕπεται. καὶ μὲν δὴ καὶ
θλίψεις καὶ διαιρέσεις ἀξιόλογοι τῶν εἰρημένων μορίων
αὐτοῦ δυσαισθησίας τε καὶ ἀναισθησίας ἐργάζονται τῶν
ὀσμῶν. ἡ δὲ οἷον παρατυπωτική τε καὶ πλημμελὴς αἴσθησις
ἐνταῦθα γίγνεται διὰ κακοχυμίαν τινὰ ἐγχώριον,
ἥτις ἀτμίζουσα δυσῶδες ἐπιθολοῖ τοὺς ἀναφερομένους ἐπὶ
τὴν ὀσφρητικὴν δύναμιν ἀτμοὺς ἀπὸ τῶν πλησιαζόντων
σωμάτων, ὅμοιόν τε σύμπτωμα τοῦτο κατὰ τήνδε συμπίπτει
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]