De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
βαλανεῖον καὶ γυμνάσιον εἰς κίνησιν ἐξορμᾷ τὰ τέως ἡσυχάζοντα
περιττώματα, καθάπερ γε καὶ τῶν ψυχικῶν παθῶν
ὁ θυμός. ἐξ ἑαυτῶν δὲ εἰς κίνησιν ἐξορμᾷ τὰ τέως ἡσυχάζοντα
περιττώματα τῷ θερμαίνεσθαι καὶ λεπτύνεσθαι καὶ
πνευματοῦσθαι· καὶ οὐδὲν θαυμαστὸν ἡσυχαζόντων μὲν αὐτῶν
ἧττον ἀνιᾶσθαι τὰ σώματα, κινηθέντων δὲ λυπεῖσθαί
τε μεγάλως καὶ κλονεῖσθαι φρίττοντα καὶ ῥιγοῦντα καὶ πυρέττοντα.
καὶ γὰρ ὅσα τοῖς ὀφθαλμοῖς ἔξωθεν ἐμπίπτει
σκληρὰ σώματα, μυσάντων μὲν τὰ βλέφαρα καὶ καθησυχασάντων
τὸ μόριον ἢ σμικρὸν πάμπαν ἢ οὐδὲν ἀνιᾷ· κινησάντων
δὲ δυσάνεκτον ἐπιφέρει τὴν ὀδύνην. ἀλλὰ καὶ χωρὶς
παραδείγματος ἐξ αὐτοῦ τοῦ πράγματος τῆς φύσεως ἔνεστιν
ἐξευρεῖν, ὡς τὸ κινούμενον αἴτιον ἀνιαρότερον τοῦ μένοντος,
ὅταν γε διὰ τῶν αἰσθητικῶν σωμάτων ἡ φορὰ γίγνηται, καθάπερ
ἐν ὀφθαλμοῖς ὑπόκειται νῦν. οὐ γὰρ περὶ τῶν ἐν
ταῖς φλεψὶ καὶ ταῖς ἀρτηρίαις διαῤῥεόντων χυμῶν ὁ λόγος ἦν,
ἀλλὰ περὶ τῶν κατὰ τὰς σάρκας τε καὶ ὅλην τοῦ ζώου τὴν
ἕξιν. ὅταν οὖν διεξέρχηταί τι διὰ τούτων βιαίως ἐπὶ τὸ δέρμα
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]