De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
τῆς κεφαλῆς ἐπιτεθέντων, ἢ καὶ χυμοῦ ψυχροῦ κατὰ τὸν
ἐγκέφαλον ἠθροισμένου· καὶ παραφροσύναι δὲ πᾶσαι,
πλημμελεῖς ὑπάρχουσαι κινήσεις τῆς ἡγεμονικῆς δυνάμεως,
ἐπὶ μοχθηροῖς συνίστανται χυμοῖς ἢ δυσκρασίᾳ τῶν κατὰ
τὸν ἐγκέφαλον. ὀνομάζονται δὲ φρενίτιδες μὲν αἱ μετὰ
πυρετῶν, μανίαι δὲ αἱ χωρὶς τούτων, ποτὲ μὲν τοῖς
δακνώδεσι καὶ θερμοῖς ἑπόμεναι χυμοῖς, ὁποῖος ὁ τῆς ξανθῆς
χολῆς ἐστι μάλιστα, πολλάκις δὲ κατὰ τὴν δυσκρασίαν
τὴν ἐπὶ τὸ θερμότερον αὐτοῦ τοῦ ἐγκεφάλου συνιστάμεναι·
μόναι δ’ αἱ μελαγχολικαὶ παράνοιαι ψυχρότερον
ἔχουσι τὸν αἴτιον χυμόν. ἡ μὲν γὰρ φρενῖτις οὐδὲ ἁπλῶς
ἐπὶ θερμοῖς συνίσταται χυμοῖς, ἀλλὰ μετὰ τοῦ φλεγμονὴν
ἐργάζεσθαι κατὰ τε τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας. ἐν
δὲ τοῖς ἄλλοις πυρετοῖς αἱ παραφροσύναι πληθύνοντος ἐν
ἐγκεφάλῳ γίγνονται τοῦ τοιούτου χυμοῦ· καὶ ὅσαι γε
κατὰ τὰς ἀκμὰς συνίστανται τῶν ὀξυτάτων πυρετῶν, ἀτμὸν
δακνώδη καὶ θερμὸν ἀναθυμιώμενον ἴσχουσιν ἐπὶ τὸν
ἐγκέφαλον. αἱ δὲ μελαγχολικαὶ παράνοιαι πολυειδεῖς
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]