De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
συμπίπτουσιν· ὀξώδεις δὲ ἐπὶ τοῖς ψυχροτέροις φύσει καὶ
φλεγματωδεστέροις. οὕτω δὲ κᾀπὶ τοῖς περιττώμασιν ὀξώδεις
μὲν ὅσα φλεγματικὰ καὶ ψυχρά· κνισώδεις δὲ ὅσα θερμά
τε καὶ πικρόχολα. καὶ αὐτὴ δὲ ἡ γαστὴρ ἐπὶ μὲν τοῖς ψυχροτέροις
νοσήμασι τὰς ὀξώδεις, ἐπὶ δὲ τοῖς θερμοτέροις τὰς
κνισώδεις ἐργάζεται μεταβολάς. βραδυπεψίας δὲ ἐργάζεται
τὰ δυσδιάφθαρτα μὲν, ὑπὲρ τὴν δύναμιν δὲ ἢ ὑπὲρ τὸν
ὕπνον. ὅταν δὲ χωρὶς τοῦ διαφθαρῆναι στέρησις παντελὴς
γένηται πέψεως, ἰστέον ἐν τῷδε νενικῆσθαι τὴν γαστέρα τελέως
ἤτοι διὰ πλῆθος ἄμετρον, ὡς πρὸς τὴν ἀσθένειαν τῆς
δυνάμεως, ἢ διὰ ψύξιν ἰσχυράν· ἀπεπτεῖ γὰρ ἐν ταῖς τοιαύταις
καταστάσεσιν ἡ γαστὴρ, ὡς μηδ’ ἐπιχειρεῖν ὅλως πέψαι.
ταῦτ’ οὖν ἔστω σοι παραδείγματα καὶ τῆς ἐν τοῖς ἀγγείοις
ἀπεψίας. εἰς γὰρ τοὺς αὐτοὺς αὖ τρόπους ἀνάξεις κᾀκείνας,
καὶ πρὸς ἐκείναις γε τὰς κατὰ τὴν τρίτην πέψιν, αἷς ἡ θρέψις
ἕπεται τοῦ σύμπαντος ὄγκου, τὴν αὐτὴν ἀναλογίαν ἐχούσης
πρὸς μὲν τὰς φλέβας τῆς ἐκ κοιλίας εἰς αὐτὰς ἀναδιδομένης
τροφῆς, πρὸς δὲ τὰς σάρκας τῆς ἐκ τῶν φλεβῶν εἰς ἐκείνας,
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]