De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
οὐδεὶς ἀγνοεῖ· θανάσιμον μὲν ἦν κατὰ τὴν Περσίδα, μετακομισθὲν
δὲ εἰς Αἴγυπτον μετέβαλε τὸ κινδυνῶδες, καθάπερ,
οἶμαι, καὶ τὸ τῶν παρ’ ἡμῖν ἀμπέλων, ὡς ὑπαλλάττουσαι τὰ
χωρία διάφορον ἐκφέρουσι τὸν οἶνον· τὰ δὲ τῶν ἄλλων φυτῶν
οἱ τὰ γεωργικὰ ἀναγράψαντες ἐδήλωσαν, ὥσπέρ γε καὶ
τὰ τῶν βοτανῶν οἱ τὰ βοτανικά· μετακομιζόμεναι γὰρ ἐξ
ἑτέρων χωρίων εἰς ἕτερα πολλάκις οὐδὲ δυοῖν σταδίοιν διάστημα
κατὰ πολλὰς ἀλλοιοῦνται διαφοράς. ἐχρῆν οὖν ὅσοι
φάσκουσι κρατουμένου καὶ ἀλλοιουμένου καὶ μεταβαλλομένου
τὴν τροφὴν ὑπάρχειν ὄνομα, μὴ τοῦτο μόνον ἐπίστασθαί τε
καὶ λέγειν, ἀλλὰ καὶ περὶ λεύκης γενέσεως ἐπιχειρῆσαι διελθεῖν.
ἤτοι γὰρ τρεφομένη σὰρξ αἰτία τοῦ παθήματος, ἢ τὸ
τῆς τροφῆς μοχθηρόν. ἀλλ’ εἴπερ οὐχ ἡ τροφὴ, βούλονται
γὰρ οὕτως, ἀνάγκη φάναι τὴν σάρκα. τί ποτ’ οὖν αὐτὴ
παθοῦσα τὴν τροφὴν οὐκ ἔτι ἑαυτῇ κατὰ πᾶν ὁμοιοῖ; γενήσεται
γὰρ οὕτω γε τοῦ πάθους ἡ φύσις αἰτία, πολὺ δ’ ἦν
ἄμεινον, οἶμαι, τὴν τροφὴν αἰτιᾶσθαι. οὐ μὴν οὐδ’ ὅτι τὸ
μὲν ὁμοιοῦν ἑαυτῷ τὴν τροφὴν ἔργον ἐστὶ τοῦ τρεφομένου,
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]